Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[206]
τίνα τῶν ἐν τῇ πόλει φήσαιτ᾽ ἂν βδελυρώτατον εἶναι καὶ πλείστης ἀναιδείας καὶ ὀλιγωρίας μεστόν; οὐδεὶς οὐδ᾽ ἂν ἁμαρτὼν ὑμῶν ἄλλον εὖ οἶδ᾽ ὅτι φήσειεν ἢ Φιλοκράτην. τίνα δὲ φθέγγεσθαι μέγιστον ἁπάντων καὶ σαφέστατ᾽ ἂν εἰπεῖν ὅ τι βούλοιτο τῇ φωνῇ; Αἰσχίνην οἶδ᾽ ὅτι τουτονί. τίνα δ᾽ οὗτοι μὲν ἄτολμον καὶ δειλὸν πρὸς τοὺς ὄχλους φασὶν εἶναι, ἐγὼ δ᾽ εὐλαβῆ; ἐμέ: οὐδὲν γὰρ πώποτ᾽ οὔτ᾽ ἠνώχλησα οὔτε μὴ βουλομένους ὑμᾶς βεβίασμαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.