Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[202]
ἀκούω γὰρ αὐτὸν ἐρεῖν ὡς ἄρ᾽ ἐγὼ πάντων ὧν κατηγορῶ κοινωνὸς γέγονα, καὶ συνήρεσκε ταῦτά μοι καὶ συνέπραττον αὐτῷ, ἔπειτ᾽ ἐξαίφνης μεταβέβλημαι καὶ κατηγορῶ. ἔστι δ᾽ ὑπὲρ μὲν τῶν πεπραγμένων οὔτε δικαία οὔτε προσήκουσ᾽ ἡ τοιαύτη ἀπολογία, ἐμοῦ μέντοι τις κατηγορία: ἐγὼ μὲν γάρ, εἰ ταῦτα πεποίηκα, φαῦλός εἰμ᾽ ἄνθρωπος, τὰ δὲ πράγματ᾽ οὐδὲν βελτίω διὰ τοῦτο, οὐδὲ πολλοῦ δεῖ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.