Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[159]
καίτοι τοῦτο Φίλιππος ἁπάντων ἂν ἐτιμήσατο πλείστου τοῦτον τὸν τρόπον πραχθῆναι. τήν τε γὰρ εἰρήνην οὐχὶ δυνηθέντων ὡς ἐπεχείρησαν οὗτοι, ‘πλὴν Ἁλέων καὶ Φωκέων,’ γράψαι, ἀλλ᾽ ἀναγκασθέντος ὑφ᾽ ὑμῶν τοῦ Φιλοκράτους ταῦτ᾽ ἀπαλεῖψαι, γράψαι δ᾽ ἄντικρυς, ‘Ἀθηναίους καὶ τοὺς Ἀθηναίων συμμάχους,’ οὐκ ἐβούλετο τοῦτον ὀμωμοκέναι τὸν ὅρκον οὐδένα τῶν αὑτοῦ συμμάχων (οὐ γὰρ αὐτῷ συστρατεύσειν ἐφ᾽ ἃ νῦν ἔχει τῶν ὑμετέρων ἔμελλον, ἀλλ᾽ ἕξειν πρόφασιν τοὺς ὅρκους),
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.