Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[158]
ἀλλὰ νὴ Δί᾽ ἐν τούτῳ τῷ χρόνῳ τοὺς ὅρκους ἔλαβον παρὰ τῶν συμμάχων, ἢ τἄλλ᾽ ἃ προσῆκεν ἐποίησαν. πολλοῦ γε καὶ δεῖ, ἀλλὰ τρεῖς μῆνας ὅλους ἀποδημήσαντες καὶ χιλίας λαβόντες δραχμὰς ἐφόδιον παρ᾽ ὑμῶν, παρ᾽ οὐδεμιᾶς πόλεως, οὔθ᾽ ὅτ᾽ ἐκεῖσ᾽ ἐπορεύοντο οὔθ᾽ ὅτ᾽ ἐκεῖθεν δεῦρο, τοὺς ὅρκους ἔλαβον, ἀλλ᾽ ἐν τῷ πανδοκείῳ τῷ πρὸ τοῦ Διοσκορείου (εἴ τις ὑμῶν εἰς Φερὰς ἀφῖκται, οἶδ᾽ ὃ λέγω), ἐνταῦθ᾽ ἐγίγνονθ᾽ οἱ ὅρκοι, ὅτε δεῦρ᾽ ἤδη τὸ στράτευμ᾽ ἄγων ἐβάδιζε Φίλιππος, αἰσχρῶς, ἄνδρες Ἀθηναῖοι, καὶ ἀναξίως ὑμῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.