Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[120]
καὶ τίς μου καταμαρτυρεῖ, φήσει, δῶρα λαβεῖν; τοῦτο γάρ ἐστι τὸ λαμπρόν. τὰ πράγματ᾽, Αἰσχίνη, ἅπερ πιστότατ᾽ ἐστὶν ἁπάντων, καὶ οὐκ ἔνεστ᾽ εἰπεῖν οὐδ᾽ αἰτιάσασθαι ὡς ἢ πεπεισμέν᾽ ἢ χαριζόμενά τῴ ἐστι τοιαῦτα, ἀλλ᾽ οἷάπερ αὐτὰ προδοὺς καὶ διαφθείρας σὺ πεποίηκας, τοιαῦτ᾽ ἐξεταζόμενα φαίνεται. πρὸς δὲ τοῖς πράγμασιν αὐτὸς αὐτίκα δὴ σὺ σαυτοῦ. ἀπόκριναι γὰρ δεῦρ᾽ ἀναστάς μοι. οὐ γὰρ δὴ δι᾽ ἀπειρίαν γ᾽ οὐ φήσεις ἔχειν ὅ τι εἴπῃς: ὃς γὰρ ἀγῶνας καινοὺς ὥσπερ δράματα, καὶ τούτους ἀμαρτύρους, πρὸς διαμεμετρημένην τὴν ἡμέραν αἱρεῖς διώκων, δῆλον ὅτι πάνδεινος εἶ τις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.