Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[246]
ἀλλὰ μὴν ὧν γ᾽ ἂν ὁ ῥήτωρ ὑπεύθυνος εἴη, πᾶσαν ἐξέτασιν λαμβάνετε: οὐ παραιτοῦμαι. τίν᾽ οὖν ἐστι ταῦτα; ἰδεῖν τὰ πράγματ᾽ ἀρχόμενα καὶ προαισθέσθαι καὶ προειπεῖν τοῖς ἄλλοις. ταῦτα πέπρακταί μοι. καὶ ἔτι τὰς ἑκασταχοῦ βραδυτῆτας, ὄκνους, ἀγνοίας, φιλονικίας, ἃ πολιτικὰ ταῖς πόλεσιν πρόσεστιν ἁπάσαις καὶ ἀναγκαῖ᾽ ἁμαρτήματα, ταῦθ᾽ ὡς εἰς ἐλάχιστα συστεῖλαι, καὶ τοὐναντίον εἰς ὁμόνοιαν καὶ φιλίαν καὶ τὴν τοῦ τὰ δέοντα ποιεῖν ὁρμὴν προτρέψαι. καὶ ταῦτά μοι πάντα πεποίηται, καὶ οὐδεὶς μήποθ᾽ εὕρῃ κατ᾽ ἔμ᾽ οὐδὲν ἐλλειφθέν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.