Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[153]
εἰ μὲν οὖν μὴ μετέγνωσαν εὐθέως, ὡς τοῦτ᾽ εἶδον, οἱ Θηβαῖοι καὶ μεθ᾽ ἡμῶν ἐγένοντο, ὥσπερ χειμάρρους ἂν ἅπαν τοῦτο τὸ πρᾶγμ᾽ εἰς τὴν πόλιν εἰσέπεσε: νῦν δὲ τό γ᾽ ἐξαίφνης ἐπέσχον ἐκεῖνοι, μάλιστα μέν, ὦ ἄνδρες Ἀθηναῖοι, θεῶν τινὸς εὐνοίᾳ πρὸς ὑμᾶς, εἶτα μέντοι καὶ ὅσον καθ᾽ ἕν᾽ ἄνδρα, καὶ δι᾽ ἐμέ. δὸς δέ μοι τὰ δόγματα ταῦτα καὶ τοὺς χρόνους ἐν οἷς ἕκαστα πέπρακται, ἵν᾽ εἰδῆθ᾽ ἡλίκα πράγμαθ᾽ ἡ μιαρὰ κεφαλὴ ταράξασ᾽ αὕτη δίκην οὐκ ἔδωκε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.