Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[147]
εἰ μὲν οὖν τῆς ἰδίας ἕνεκ᾽ ἔχθρας ἢ τοὺς Θετταλοὺς ἢ τοὺς Θηβαίους συμπείθοι βαδίζειν ἐφ᾽ ὑμᾶς, οὐδέν᾽ ἡγεῖτο προσέξειν αὐτῷ τὸν νοῦν: ἐὰν δὲ τὰς ἐκείνων κοινὰς προφάσεις λαβὼν ἡγεμὼν αἱρεθῇ, ῥᾷον ἤλπιζε τὰ μὲν παρακρούσεσθαι, τὰ δὲ πείσειν. τί οὖν; ἐπιχειρεῖ, θεάσασθ᾽ ὡς εὖ, πόλεμον ποιῆσαι τοῖς Ἀμφικτύοσι καὶ περὶ τὴν Πυλαίαν ταραχήν: εἰς γὰρ ταῦτ᾽ εὐθὺς αὐτοὺς ὑπελάμβανεν αὑτοῦ δεήσεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.