Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[121]
ἀκούεις, Αἰσχίνη, τοῦ νόμου λέγοντος σαφῶς, ‘πλὴν ἐάν τινας ὁ δῆμος ἢ ἡ βουλὴ ψηφίσηται: τούτους δ᾽ ἀναγορευέτω’ τί οὖν, ὦ ταλαίπωρε, συκοφαντεῖς; τί λόγους πλάττεις; τί σαυτὸν οὐκ ἐλλεβορίζεις ἐπὶ τούτοις; ἀλλ᾽ οὐδ᾽ αἰσχύνει φθόνου δίκην εἰσάγων, οὐκ ἀδικήματος οὐδενός, καὶ νόμους μεταποιῶν, τῶν δ᾽ ἀφαιρῶν μέρη, οὓς ὅλους δίκαιον ἦν ἀναγιγνώσκεσθαι τοῖς γ᾽ ὀμωμοκόσιν κατὰ τοὺς νόμους ψηφιεῖσθαι;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.