Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ἡμεῖς δ᾽ οὐ μόνον τούτοις ὑπολειπόμεθ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλ᾽ οὐδ᾽ ἀνεγερθῆναι δυνάμεθα, ἀλλὰ μανδραγόραν πεπωκόσιν ἤ τι φάρμακον ἄλλο τοιοῦτον ἐοίκαμεν ἀνθρώποις: εἶτ᾽, οἶμαι, (δεῖ γάρ, ὡς ἐγὼ κρίνω, λέγειν τἀληθῆ) οὕτω διαβεβλήμεθα καὶ καταπεφρονήμεθ᾽ ἐκ τούτων ὥστε τῶν ἐν αὐτῷ τῷ κινδυνεύειν ὄντων οἱ μὲν ὑπὲρ τῆς ἡγεμονίας ἡμῖν ἀντιλέγουσιν, οἱ δ᾽ ὑπὲρ τοῦ ποῦ συνεδρεύσουσι, τινὲς δὲ καθ᾽ αὑτοὺς ἀμύνεσθαι μᾶλλον ἢ μεθ᾽ ἡμῶν ἐγνώκασιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.