Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[40]
οὓς οὔτ᾽ ἂν αἰτιασαίμην ἔγωγε, οὔτ᾽ ἀξιῶ. οὐδὲ γὰρ ἐν ταῖς ἰδίαις οἰκίαις ὁρῶ τὸν ἐν ἡλικίᾳ πρὸς τοὺς πρεσβυτέρους οὕτω διακείμενον οὐδ᾽ οὕτως ἀγνώμον᾽ οὐδ᾽ ἄτοπον τῶν ὄντων οὐδένα, ὥστε, εἰ μὴ ποιήσουσιν ἅπαντες ὅσ᾽ ἂν αὐτός, οὐ φάσκοντα ποιήσειν οὐδὲν οὐδ᾽ αὐτόν: καὶ γὰρ ἂν τοῖς τῆς κακώσεως εἴη νόμοις οὕτω γ᾽ ἔνοχος: δεῖ γάρ, οἶμαι, τοῖς γονεῦσι τὸν ὡρισμένον ἐξ ἀμφοτέρων ἔρανον, καὶ παρὰ τῆς φύσεως καὶ παρὰ τοῦ νόμου, δικαίως φέρειν καὶ ἑκόνθ᾽ ὑποτελεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.