Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
καὶ τοῦτ᾽ ἐξ ἀνάγκης τρόπον τινὰ νῦν γε δὴ ποιεῖ. λογίζεσθε γάρ. ἄρχειν βούλεται, τούτου δ᾽ ἀνταγωνιστὰς μόνους ὑπείληφεν ὑμᾶς. ἀδικεῖ πολὺν χρόνον ἤδη, καὶ τοῦτ᾽ αὐτὸς ἄριστα σύνοιδεν αὑτῷ: οἷς γὰρ οὖσιν ὑμετέροις ἔχει χρῆσθαι, τούτοις ἅπαντα τἄλλα βεβαίως κέκτηται: εἰ γὰρ Ἀμφίπολιν καὶ Ποτείδαιαν προεῖτο, οὐδ᾽ ἂν ἐν Μακεδονίᾳ μένειν ἀσφαλῶς ἐδύνατο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.