Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[75]
οὐ καθέλξετε τὰς ναῦς;’ οὐκοῦν εἶπε μὲν ταῦθ᾽ ὁ Τιμόθεος, ἐποιήσατε δ᾽ ὑμεῖς: ἐκ δὲ τούτων ἀμφοτέρων τὸ πρᾶγμ᾽ ἐπράχθη. εἰ δ᾽ ὁ μὲν εἶπεν ὡς οἷόν τε τὰ ἄριστα, ὥσπερ εἶπεν, ὑμεῖς δ᾽ ἀπερρᾳθυμήσατε καὶ μηδὲν ὑπηκούσατε, ἆρ᾽ ἂν ἦν γεγονός τι τῶν τότε συμβάντων τῇ πόλει; οὐχ οἷόν τε. οὕτω τοίνυν καὶ περὶ ὧν ἂν ἐγὼ λέγω καὶ περὶ ὧν ἂν ὁ δεῖν᾽ εἴπῃ, τὰ μὲν ἔργα παρ᾽ ὑμῶν αὐτῶν ζητεῖτε, †τὰ δὲ βέλτιστα ἐπιστήμῃ† λέγειν παρὰ τοῦ παριόντος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.