Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
καὶ οἱ μὲν πρέσβεις αὐτοί, ὧν κατεψεύδετο τὸ ψήφισμα, ὅτ᾽ ἀπεκρίνεσθε αὐτοῖς ἀναγιγνώσκοντες καὶ ἐπὶ ξένια αὐτοὺς ἐκαλεῖτε, οὐκ ἐτόλμησαν παρελθεῖν, οὐδ᾽ εἰπεῖν ὅτι ‘καταψεύδεσθε ἡμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ φατὲ ἡμᾶς εἰρηκέναι ἃ οὐκ εἰρήκαμεν,’ ἀλλὰ σιωπῇ ἀπιόντες ᾤχοντο. βούλομαι δ᾽ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι (καὶ γὰρ ηὐδοκίμησεν ὁ Πύθων παρ᾽ ὑμῖν ἐν τῇ δημηγορίᾳ, ὁ τότε πρεσβεύων), αὐτοὺς τοὺς λόγους οὓς ἔλεγεν ὑπομνῆσαι: οἶδα γὰρ ὅτι μέμνησθε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.