Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
ἀλλὰ νὴ Δί᾽, εἴποι τις ἂν ὡς πάντα ταῦτ᾽ εἰδώς, οὐ πλεονεξίας ἕνεκ᾽ οὐδ᾽ ὧν ἐγὼ κατηγορῶ τότε ταῦτ᾽ ἔπραξεν, ἀλλὰ τῷ δικαιότερα τοὺς Θηβαίους ἢ ὑμᾶς ἀξιοῦν. ἀλλὰ τοῦτον καὶ μόνον πάντων τῶν λόγων οὐκ ἔνεστιν αὐτῷ νῦν εἰπεῖν: ὁ γὰρ Μεσσήνην Λακεδαιμονίους ἀφιέναι κελεύων, πῶς ἂν Ὀρχομενὸν καὶ Κορώνειαν τότε Θηβαίοις παραδοὺς τῷ δίκαια νομίζειν ταῦτ᾽ εἶναι πεποιηκέναι σκήψαιτο;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.