Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[49]
ἐγὼ δ᾽ οἶμαι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, νὴ τοὺς θεοὺς ἐκεῖνον μεθύειν τῷ μεγέθει τῶν πεπραγμένων καὶ πολλὰ τοιαῦτ᾽ ὀνειροπολεῖν ἐν τῇ γνώμῃ, τήν τ᾽ ἐρημίαν τῶν κωλυσόντων ὁρῶντα καὶ τοῖς πεπραγμένοις ἐπῃρμένον, οὐ μέντοι μὰ Δί᾽ οὕτω γε προαιρεῖσθαι πράττειν ὥστε τοὺς ἀνοητοτάτους τῶν παρ᾽ ἡμῖν εἰδέναι τί μέλλει ποιεῖν ἐκεῖνος: ἀνοητότατοι γάρ εἰσιν οἱ λογοποιοῦντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.