Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[40]
ὑμεῖς δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, πλείστη δύναμιν ἁπάντων ἔχοντες, τριήρεις, ὁπλίτας, ἱππέας, χρημάτων πρόσοδον, τούτων μὲν μέχρι τῆς τήμερον ἡμέρας οὐδενὶ πώποτ᾽ εἰς δέον τι κέχρησθε, οὐδὲν δ᾽ ἀπολείπετε, ὥσπερ οἱ βάρβαροι πυκτεύουσιν, οὕτω πολεμεῖν Φιλίππῳ. καὶ γὰρ ἐκείνων ὁ πληγεὶς ἀεὶ τῆς πληγῆς ἔχεται, κἂν ἑτέρωσε πατάξῃ τις, ἐκεῖσ᾽ εἰσὶν αἱ χεῖρες: προβάλλεσθαι δ᾽ ἢ βλέπειν ἐναντίον οὔτ᾽ οἶδεν οὔτ᾽ ἐθέλει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.