Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἀναγκαῖον δ᾽ ὑπολαμβάνω μικρὰ τῶν γεγενημένων πρῶτον ὑμᾶς ὑπομνῆσαι. μέμνησθ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτ᾽ ἀπηγγέλθη Φίλιππος ὑμῖν ἐν Θρᾴκῃ τρίτον ἢ τέταρτον ἔτος τουτὶ Ἡραῖον τεῖχος πολιορκῶν. τότε τοίνυν μὴν μὲν ἦν μαιμακτηριών: πολλῶν δὲ λόγων καὶ θορύβου γιγνομένου παρ᾽ ὑμῖν ἐψηφίσασθε τετταράκοντα τριήρεις καθέλκειν καὶ τοὺς μέχρι πέντε καὶ τετταράκοντ᾽ ἐτῶν αὐτοὺς ἐμβαίνειν καὶ τάλανθ᾽ ἑξήκοντ᾽ εἰσφέρειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.