Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
ἀλλ᾽ οὐχ οὕτω ταῦτ᾽ ἔχει: τὸ γὰρ πράττειν τοῦ λέγειν καὶ χειροτονεῖν ὕστερον ὂν τῇ τάξει, πρότερον τῇ δυνάμει καὶ κρεῖττόν ἐστιν. τοῦτ᾽ οὖν δεῖ προσεῖναι, τὰ δ᾽ ἄλλ᾽ ὑπάρχει: καὶ γὰρ εἰπεῖν τὰ δέοντα παρ᾽ ὑμῖν εἰσιν, ὦ ἄνδρες Ἀθηναῖοι, δυνάμενοι, καὶ γνῶναι πάντων ὑμεῖς ὀξύτατοι τὰ ῥηθέντα, καὶ πρᾶξαι δὲ δυνήσεσθε νῦν, ἐὰν ὀρθῶς ποιῆτε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.