previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη:
Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων,
οὔ τίς τοι θεός εἰμι: τί μ᾽ ἀθανάτῃσιν ἐίσκεις;
110ἀλλὰ καταθνητή τε, γυνὴ δέ με γείνατο μήτηρ.
Ὀτρεὺς δ᾽ ἐστὶ πατὴρ ὀνομακλυτός, εἴ που ἀκούεις,
ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει.
γλῶσσαν δ᾽ ὑμετέρην τε καὶ ἡμετέρην σάφα οἶδα.
Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν: δὲ διαπρὸ
115σμικρὴν παῖδ᾽ ἀτίταλλε, φίλης παρὰ μητρὸς ἑλοῦσα.
ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα.
νῦν δέ μ᾽ ἀνήρπαξε χρυσόρραπις Ἀργειφόντης
ἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου, κελαδεινῆς.
πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαι
120παίζομεν, ἀμφὶ δ᾽ ὅμιλος ἀπείριτος ἐστεφάνωτο.
ἔνθεν μ᾽ ἥρπαξε χρυσόρραπις Ἀργειφόντης:
πολλὰ δ᾽ ἔπ᾽ ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων,
πολλὴν δ᾽ ἄκληρόν τε καὶ ἄκτιτον, ἣν διὰ θῆρες
ὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους:
125οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης:
Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαι
κουριδίην ἄλοχον, σοὶ δ᾽ ἀγλαὰ τέκνα τεκεῖσθαι.
αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν, τοι γ᾽ αὖτις
ἀθανάτων μετὰ φῦλ᾽ ἀπέβη κρατὺς Ἀργειφόντης:
130αὐτὰρ ἐγώ σ᾽ ἱκόμην, κρατερὴ δέ μοι ἔπλετ᾽ ἀνάγκη.
ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήων
ἐσθλῶν: οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν:
ἀδμήτην μ᾽ ἀγαγὼν καὶ ἀπειρήτην φιλότητος
πατρί τε σῷ δεῖξον καὶ μητέρι κέδν᾽ εἰδυίῃ
135σοῖς τε κασιγνήτοις, οἵ τοι ὁμόθεν γεγάασιν.
οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι, ἀλλ᾽ εἰκυῖα.
πέμψαι δ᾽ ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλους
εἰπεῖν πατρί τ᾽ ἐμῷ καὶ μητέρι κηδομένῃ περ:
οἳ δέ κε τοι χρυσόν τε ἅλις ἐσθῆτά θ᾽ ὑφαντὴν
140πέμψουσιν: σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄποινα.
ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα,
τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν.
ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ.
Ἀγχίσην δ᾽ ἔρος εἷλεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Hugh G. Evelyn-White)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: