previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέι πόντῳ
εἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς ὄρουσα,
495ὣς ἐμοὶ εὔχεσθαι Δελφινίῳ: αὐτὰρ βωμὸς
αὐτὸς Δελφίνιος καὶ ἐπόψιος ἔσσεται αἰεί.
δειπνῆσαί τ᾽ ἄρ᾽ ἔπειτα θοῇ παρὰ νηὶ μελαίνῃ
καὶ σπεῖσαι μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
αὐτὰρ ἐπὴν σίτοιο μελίφρονος ἐξ ἔρον ἧσθε,
500ἔρχεσθαί θ᾽ ἅμ᾽ ἐμοὶ καὶ ἰηπαιήον᾽ ἀείδειν,
εἰς κε χῶρον ἵκησθον, ἵν᾽ ἕξετε πίονα νηόν. ’
ὣς ἔφαθ᾽: οἳ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο.
ἱστία μὲν πρῶτον κάθεσαν, λῦσαν δὲ βοείας,
ἱστὸν δ᾽ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες:
505ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης.
ἐκ δ᾽ ἁλὸς ἤπειρόνδε θοὴν ἀνὰ νῆ᾽ ἐρύσαντο
ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ᾽ ἕρματα μακρὰ τάνυσσαν:
καὶ βωμὸν ποίησαν ἐπὶ ῥηγμῖνι θαλάσσης:
πῦρ δ᾽ ἐπικαίοντες ἐπί τ᾽ ἄλφιτα λευκὰ θύοντες
510εὔχονθ᾽, ὡς ἐκέλευε, παριστάμενοι περὶ βωμόν.
δόρπον ἔπειθ᾽ εἵλοντο θοῇ παρὰ νηὶ μελαίνῃ
καὶ σπεῖσαν μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
βάν ῥ᾽ ἴμεν: ἦρχε δ᾽ ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων,
515φόρμιγγ᾽ ἐν χείρεσσιν ἔχων, ἐρατὸν κιθαρίζων,
καλὰ καὶ ὕψι βιβάς: οἳ δὲ ῥήσσοντες ἕποντο
Κρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήον᾽ ἄειδον,
οἷοί τε Κρητῶν παιήονες, οἷσί τε Μοῦσα
ἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν.
520ἄκμητοι δὲ λόφον προσέβαν ποσίν, αἶψα δ᾽ ἵκοντο
Παρνησὸν καὶ χῶρον ἐπήρατον, ἔνθ᾽ ἄρ᾽ ἔμελλον
οἰκήσειν πολλοῖσι τετιμένοι ἀνθρώποισι:
δεῖξε δ᾽ ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν.
τῶν δ᾽ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι:
525τὸν καὶ ἀνειρόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα:
ἄνα, εἰ δὴ τῆλε φίλων καὶ πατρίδος αἴης
ἤγαγες: οὕτω που τῷ σῷ φίλον ἔπλετο θυμῷ:
πῶς καὶ νῦν βιόμεσθα; τό σε φράζεσθαι ἄνωγμεν.
οὔτε τρυγηφόρος ἥδε γ᾽ ἐπήρατος οὔτ᾽ εὐλείμων,
530ὥστ᾽ ἀπό τ᾽ εὖ ζώειν καὶ ἅμ᾽ ἀνθρώποισιν ὀπάζειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Hugh G. Evelyn-White)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: