previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδ᾽ ἔρυκε.
595καὶ γάρ κ᾽ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γ᾽ ἀνεχοίμην
ἥμενος, οὐδέ κέ μ᾽ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων:
αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων
τέρπομαι. ἀλλ᾽ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι
ἐν Πύλῳ ἠγαθέῃ: σὺ δέ με χρόνον ἐνθάδ᾽ ἐρύκεις.
600δῶρον δ᾽ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω:
ἵππους δ᾽ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ
ἐνθάδε λείψω ἄγαλμα: σὺ γὰρ πεδίοιο ἀνάσσεις
εὐρέος, ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον
πυροί τε ζειαί τε ἰδ᾽ εὐρυφυὲς κρῖ λευκόν.
605ἐν δ᾽ Ἰθάκῃ οὔτ᾽ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών:
αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.
οὐ γάρ τις νήσων ἱππήλατος οὐδ᾽ ἐυλείμων,
αἵ θ᾽ ἁλὶ κεκλίαται: Ἰθάκη δέ τε καὶ περὶ πασέων.

ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,
610χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:

αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷ᾽ ἀγορεύεις:
τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω: δύναμαι γάρ.
δώρων δ᾽ ὅσσ᾽ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
δώσω κάλλιστον καὶ τιμηέστατόν ἐστιν:
615δώσω τοι κρητῆρα τετυγμένον: ἀργύρεος δὲ
ἔστιν ἅπας, χρυσῷ δ᾽ χείλεα κεκράανται,
ἔργον δ᾽ Ἡφαίστοιο. πόρεν δέ Φαίδιμος ἥρως,
Σιδονίων βασιλεύς, ὅθ᾽ ἑὸς δόμος ἀμφεκάλυψε
κεῖσέ με νοστήσαντα: τεῒν δ᾽ ἐθέλω τόδ᾽ ὀπάσσαι.
620

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
δαιτυμόνες δ᾽ ἐς δώματ᾽ ἴσαν θείου βασιλῆος.
οἱ δ᾽ ἦγον μὲν μῆλα, φέρον δ᾽ ἐυήνορα οἶνον:
σῖτον δέ σφ᾽ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.
ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1919)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: