previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο:
Ὄσσα δ᾽ ἄρ᾽ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη,
μνηστήρων στυγερὸν θάνατον καὶ κῆρ᾽ ἐνέπουσα.
415οἱ δ᾽ ἄρ᾽ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος
μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθ᾽ Ὀδυσῆος,
ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,
τοὺς δ᾽ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον
πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες:
420αὐτοὶ δ᾽ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.
αὐτὰρ ἐπεί ῥ᾽ ἤγερθεν ὁμηγερέες τ᾽ ἐγένοντο,
τοῖσιν δ᾽ Εὐπείθης ἀνά θ᾽ ἵστατο καὶ μετέειπε:
παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,
Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς:
425τοῦ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν:

φίλοι, μέγα ἔργον ἀνὴρ ὅδ᾽ ἐμήσατ᾽ Ἀχαιούς:
τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς
ὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δ᾽ ὤλεσε λαούς:
τοὺς δ᾽ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχ᾽ ἀρίστους,
430ἀλλ᾽ ἄγετε, πρὶν τοῦτον ἐς Πύλον ὦκα ἱκέσθαι
καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί,
ἴομεν: καὶ ἔπειτα κατηφέες ἐσσόμεθ᾽ αἰεί:
λώβη γὰρ τάδε γ᾽ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,
εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας
435τισόμεθ᾽. οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο
ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.
ἀλλ᾽ ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.

ὣς φάτο δάκρυ χέων, οἶκτος δ᾽ ἕλε πάντας Ἀχαιούς.
ἀγχίμολον δέ σφ᾽ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς
440ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν,
ἔσταν δ᾽ ἐν μέσσοισι: τάφος δ᾽ ἕλεν ἄνδρα ἕκαστον.
τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς:

κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι: οὐ γὰρ Ὀδυσσεὺς
ἀθανάτων ἀέκητι θεῶν τάδ᾽ ἐμήσατο ἔργα:
445αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥ᾽ Ὀδυσῆϊ
ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.
ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθ᾽ Ὀδυσῆος
φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων
θῦνε κατὰ μέγαρον: τοὶ δ᾽ ἀγχιστῖνοι ἔπιπτον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1919)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: