previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὣς ἄρ᾽ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,
κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
165αὐτοῦ δ᾽ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
ἂψ δ᾽ αὖτις κατ᾽ ἄρ ἕζετ᾽ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
Ἀντίνοος δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
δεινόν τ᾽ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τ᾽ ἀκούων
170εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει
θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.
οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ
οἷόν τε ῥυτῆρα βιοῦ τ᾽ ἔμεναι καὶ ὀϊστῶν:
ἀλλ᾽ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.
175

ὣς φάτο, καί ῥ᾽ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν:
ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,
πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπ᾽ αὐτοῦ,
ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,
ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ,
180τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.

ὣς φάθ᾽, δ᾽ αἶψ᾽ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ,
πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπ᾽ αὐτοῦ,
ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος:
τῷ ῥα νέοι θάλποντες ἐπειρῶντ᾽: οὐδ᾽ ἐδύναντο
185ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.

Ἀντίνοος δ᾽ ἔτ᾽ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,
ἀρχοὶ μνηστήρων: ἀρετῇ δ᾽ ἔσαν ἔξοχ᾽ ἄριστοι.
τὼ δ᾽ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμ᾽ ἄμφω
βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο:
190ἐκ δ᾽ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,
φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι:

βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,
αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.
195ποῖοί κ᾽ εἶτ᾽ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι
ὧδε μάλ᾽ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;
κε μνηστήρεσσιν ἀμύνοιτ᾽ Ὀδυσῆϊ;
εἴπαθ᾽ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.

τὸν δ᾽ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ:
200Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,
ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ δαίμων:
γνοίης χ᾽ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.

ὣς δ᾽ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι
νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1919)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Herbert Weir Smyth, A Greek Grammar for Colleges, PARTICLES
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: