previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος,
αὐτίκ᾽ ἄρ᾽ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε
δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
95ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς,
ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπ᾽ αὐτοῦ:
τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος
ὀπτῆσαί τε κρεῶν: δ᾽ ἄρ᾽ οὐκ ἀπίθησεν ἀκούσας.
αὐτὸς δ᾽ ἐς θάλαμον κατεβήσετο κηώεντα,
100οὐκ οἶος, ἅμα τῷ γ᾽ Ἑλένη κίε καὶ Μεγαπένθης.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἵκανον ὅθι κειμήλια κεῖτο,
Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον,
υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθε᾽ ἄνωγεν
ἀργύρεον: Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν,
105ἔνθ᾽ ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή.
τῶν ἕν᾽ ἀειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν,
ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
ἀστὴρ δ᾽ ὣς ἀπέλαμπεν: ἔκειτο δὲ νείατος ἄλλων.
βὰν δ᾽ ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντο
110Τηλέμαχον: τὸν δὲ προσέφη ξανθὸς Μενέλαος:
Τηλέμαχ᾽, τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,
ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.
δώρων δ᾽, ὅσσ᾽ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
δώσω κάλλιστον καὶ τιμηέστατόν ἐστι.
115δώσω τοι κρητῆρα τετυγμένον: ἀργύρεος δὲ
ἐστὶν ἅπας, χρυσῷ δ᾽ ἐπὶ χείλεα κεκράανται,
ἔργον δ᾽ Ἡφαίστοιο: πόρεν δέ Φαίδιμος ἥρως,
Σιδονίων βασιλεύς, ὅθ᾽ ἑὸς δόμος ἀμφεκάλυψε
κεῖσέ με νοστήσαντα: τεῒν δ᾽ ἐθέλω τόδ᾽ ὀπάσσαι.
120ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον
ἥρως Ἀτρεΐδης: δ᾽ ἄρα κρητῆρα φαεινὸν
θῆκ᾽ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,
ἀργύρεον: Ἑλένη δὲ παρίστατο καλλιπάρῃος
πέπλον ἔχουσ᾽ ἐν χερσίν, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
125

δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,
μνῆμ᾽ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,
σῇ ἀλόχῳ φορέειν: τῆος δὲ φίλῃ παρὰ μητρὶ
κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο
οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1919)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: