previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

130

ὣς εἰποῦσ᾽ ἐν χερσὶ τίθει, δ᾽ ἐδέξατο χαίρων.
καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως
δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ:
τοὺς δ᾽ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.
ἑζέσθην δ᾽ ἄρ᾽ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.
135χέρνιβα δ᾽ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
νίψασθαι: παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα:
εἴδατα πόλλ᾽ ἐπιθεῖσα, χαριζομένη παρεόντων:
140πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας:
οἰνοχόει δ᾽ υἱὸς Μενελάου κυδαλίμοιο.
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς
145ἵππους τε ζεύγνυντ᾽ ἀνά θ᾽ ἅρματα ποικίλ᾽ ἔβαινον,
ἐκ δ᾽ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.
τοὺς δὲ μετ᾽ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,
οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,
ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.
150στῆ δ᾽ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα:

χαίρετον, κούρω, καὶ Νέστορι ποιμένι λαῶν
εἰπεῖν: γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν,
ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.

τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
155καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,
πάντα τάδ᾽ ἐλθόντες καταλέξομεν: αἲ γὰρ ἐγὼν ὣς
νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆ᾽ ἐνὶ οἴκῳ,
εἴποιμ᾽ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης
ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.
160

ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,
ἥμερον ἐξ αὐλῆς: οἱ δ᾽ ἰΰζοντες ἕποντο
ἀνέρες ἠδὲ γυναῖκες: δέ σφισιν ἐγγύθεν ἐλθὼν
δεξιὸς ἤϊξε πρόσθ᾽ ἵππων: οἱ δὲ ἰδόντες
165γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων:

φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
νῶϊν τόδ᾽ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.

ὣς φάτο, μερμήριξε δ᾽ ἀρηΐφιλος Μενέλαος,
170ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.
τὸν δ᾽ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον:

κλῦτέ μευ: αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.
ὡς ὅδε χῆν᾽ ἥρπαξ᾽ ἀτιταλλομένην ἐνὶ οἴκῳ
175ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε,
ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλ᾽ ἐπαληθεὶς
οἴκαδε νοστήσει καὶ τίσεται: ἠὲ καὶ ἤδη
οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1919)
hide References (3 total)
  • Commentary references to this page (2):
    • Walter Leaf, Commentary on the Iliad (1900), 23.568
    • Thomas D. Seymour, Commentary on Homer's Iliad, Books I-III, 1.444
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: