previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς
οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο
σείων κολλητὰς σανίδας γουνούμενος υἱόν:
πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ
585ἐλλίσσονθ᾽: δὲ μᾶλλον ἀναίνετο: πολλὰ δ᾽ ἑταῖροι,
οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων:
ἀλλ᾽ οὐδ᾽ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον,
πρίν γ᾽ ὅτε δὴ θάλαμος πύκ᾽ ἐβάλλετο, τοὶ δ᾽ ἐπὶ πύργων
βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ.
590καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις
λίσσετ᾽ ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα
κήδε᾽, ὅσ᾽ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ:
ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,
τέκνα δέ τ᾽ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας.
595τοῦ δ᾽ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα,
βῆ δ᾽ ἰέναι, χροῒ δ᾽ ἔντε᾽ ἐδύσετο παμφανόωντα.
ὣς μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ
εἴξας θυμῷ: τῷ δ᾽ οὐκέτι δῶρα τέλεσσαν
πολλά τε καὶ χαρίεντα, κακὸν δ᾽ ἤμυνε καὶ αὔτως.
600ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων
ἐνταῦθα τρέψειε φίλος: κάκιον δέ κεν εἴη
νηυσὶν καιομένῃσιν ἀμυνέμεν: ἀλλ᾽ ἐπὶ δώρων
ἔρχεο: ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί.
εἰ δέ κ᾽ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς
605οὐκέθ᾽ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών.

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης
χρεὼ τιμῆς: φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,
μ᾽ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς κ᾽ ἀϋτμὴ
610ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ᾽ ὀρώρῃ.
ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσι:
μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων
Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν: οὐδέ τί σε χρὴ
τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.
615καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κ᾽ ἐμὲ κήδῃ:
ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.
οὗτοι δ᾽ ἀγγελέουσι, σὺ δ᾽ αὐτόθι λέξεο μίμνων
εὐνῇ ἔνι μαλακῇ: ἅμα δ᾽ ἠοῖ φαινομένηφι
φρασσόμεθ᾽ κε νεώμεθ᾽ ἐφ᾽ ἡμέτερ᾽ κε μένωμεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Allen Rogers Benner, 1903)
load focus English (1924)
hide References (3 total)
  • Commentary references to this page (1):
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 22.394
  • Cross-references in general dictionaries to this page (1):
  • Cross-references in text-specific dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: