previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

‘’

ὣς ἔφαθ᾽, Ἕκτωρ δ᾽ αὖτ᾽ ἐχάρη μέγα μῦθον ἀκούσας,
καί ῥ᾽ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας
μέσσου δουρὸς ἑλών: τοὶ δ᾽ ἱδρύνθησαν ἅπαντες.
τῷ δ᾽ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ
80ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τ᾽ ἔβαλλον:
αὐτὰρ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
ἴσχεσθ᾽ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν:
στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.

ὣς ἔφαθ᾽, οἳ δ᾽ ἔσχοντο μάχης ἄνεῴ τ᾽ ἐγένοντο
85ἐσσυμένως: Ἕκτωρ δὲ μετ᾽ ἀμφοτέροισιν ἔειπε:
κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.
ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς
τεύχεα κάλ᾽ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,
90αὐτὸν δ᾽ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον
οἴους ἀμφ᾽ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.
ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται
κτήμαθ᾽ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ᾽ ἀγέσθω:
οἳ δ᾽ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.
95

ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ:
τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος:
κέκλυτε νῦν καὶ ἐμεῖο: μάλιστα γὰρ ἄλγος ἱκάνει
θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη
Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε
100εἵνεκ᾽ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκ᾽ ἀρχῆς:
ἡμέων δ᾽ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται
τεθναίη: ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.
οἴσετε ἄρν᾽, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,
Γῇ τε καὶ Ἠελίῳ: Διὶ δ᾽ ἡμεῖς οἴσομεν ἄλλον:
105ἄξετε δὲ Πριάμοιο βίην, ὄφρ᾽ ὅρκια τάμνῃ
αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι,
μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.
αἰεὶ δ᾽ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται:
οἷς δ᾽ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω
110λεύσσει, ὅπως ὄχ᾽ ἄριστα μετ᾽ ἀμφοτέροισι γένηται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Allen Rogers Benner, 1903)
load focus Notes (Thomas D. Seymour, 1891)
load focus English (Samuel Butler, 1898)
load focus English (1924)
hide References (3 total)
  • Commentary references to this page (1):
    • Walter Leaf, Commentary on the Iliad (1900), 7.54
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.1
  • Cross-references in text-specific dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: