previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

‘’

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής:
οὕτω πῃ τάδε γ᾽ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις.
ἀλλ᾽ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα,
375ὅς μοι τοιόνδ᾽ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι
αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός,
πέπνυσαί τε νόῳ, μακάρων δ᾽ ἔξεσσι τοκήων.

τὸν δ᾽ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης:
ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες.
380ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ
ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ,
ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν
δειδιότες: τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε
385σὸς πάϊς: οὐ μὲν γάρ τι μάχης ἐπιδεύετ᾽ Ἀχαιῶν.

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής:
τίς δὲ σύ ἐσσι φέριστε τέων δ᾽ ἔξεσσι τοκήων;
ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες.

τὸν δ᾽ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης:
390πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον.
τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ
ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτ᾽ ἐπὶ νηυσὶν ἐλάσσας
Ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ:
ἡμεῖς δ᾽ ἑσταότες θαυμάζομεν: οὐ γὰρ Ἀχιλλεὺς
395εἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι.
τοῦ γὰρ ἐγὼ θεράπων, μία δ᾽ ἤγαγε νηῦς εὐεργής:
Μυρμιδόνων δ᾽ ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ.
ἀφνειὸς μὲν γ᾽ ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε,
ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι:
400τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδ᾽ ἕπεσθαι.
νῦν δ᾽ ἦλθον πεδίον δ᾽ ἀπὸ νηῶν: ἠῶθεν γὰρ
θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί.
ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδὲ δύνανται
ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: