previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

‘‘’ 455

ὣς εἰπὼν Δρύοπ᾽ οὖτα κατ᾽ αὐχένα μέσσον ἄκοντι:
ἤριπε δὲ προπάροιθε ποδῶν: δὲ τὸν μὲν ἔασε,
Δημοῦχον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τε
κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα
οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν:
460αὐτὰρ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος
ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε,
τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας.
Τρῶα δ᾽ Ἀλαστορίδην, μὲν ἀντίος ἤλυθε γούνων,
εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη
465μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας,
νήπιος, οὐδὲ τὸ ᾔδη οὐ πείσεσθαι ἔμελλεν:
οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδ᾽ ἀγανόφρων,
ἀλλὰ μάλ᾽ ἐμμεμαώς: μὲν ἥπτετο χείρεσι γούνων
ἱέμενος λίσσεσθ᾽, δὲ φασγάνῳ οὖτα καθ᾽ ἧπαρ:
470ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατ᾽ αὐτοῦ
κόλπον ἐνέπλησεν: τὸν δὲ σκότος ὄσσε κάλυψε
θυμοῦ δευόμενον: δὲ Μούλιον οὖτα παραστὰς
δουρὶ κατ᾽ οὖς: εἶθαρ δὲ δι᾽ οὔατος ἦλθ᾽ ἑτέροιο
αἰχμὴ χαλκείη: δ᾽ Ἀγήνορος υἱὸν Ἔχεκλον
475μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι,
πᾶν δ᾽ ὑπεθερμάνθη ξίφος αἵματι: τὸν δὲ κατ᾽ ὄσσε
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
Δευκαλίωνα δ᾽ ἔπειθ᾽, ἵνα τε ξυνέχουσι τένοντες
ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν
480αἰχμῇ χαλκείῃ: δέ μιν μένε χεῖρα βαρυνθεὶς
πρόσθ᾽ ὁρόων θάνατον: δὲ φασγάνῳ αὐχένα θείνας
τῆλ᾽ αὐτῇ πήληκι κάρη βάλε: μυελὸς αὖτε
σφονδυλίων ἔκπαλθ᾽, δ᾽ ἐπὶ χθονὶ κεῖτο τανυσθείς.
αὐτὰρ βῆ ῥ᾽ ἰέναι μετ᾽ ἀμύμονα Πείρεω υἱὸν
485Ῥίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει:
τὸν βάλε μέσσον ἄκοντι, πάγη δ᾽ ἐν νηδύϊ χαλκός,
ἤριπε δ᾽ ἐξ ὀχέων: δ᾽ Ἀρηΐθοον θεράποντα
ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ
νύξ᾽, ἀπὸ δ᾽ ἅρματος ὦσε: κυκήθησαν δέ οἱ ἵπποι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
hide References (1 total)
  • Cross-references in text-specific dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: