previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

‘‘‘‘’

ὣς φάθ᾽, δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,
τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
ἰοδόκον: μάλα δ᾽ ὦκα βέλεα Τρώεσσιν ἐφίει.
445καί ῥ᾽ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν
Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο
ἡνία χερσὶν ἔχοντα: μὲν πεπόνητο καθ᾽ ἵππους:
τῇ γὰρ ἔχ᾽ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες
Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος: τάχα δ᾽ αὐτῷ
450ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός:
ἤριπε δ᾽ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
κείν᾽ ὄχεα κροτέοντες. ἄναξ δ᾽ ἐνόησε τάχιστα
Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.
455τοὺς μὲν γ᾽ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε,
πολλὰ δ᾽ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα
ἵππους: αὐτὸς δ᾽ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.

Τεῦκρος δ᾽ ἄλλον ὀϊστὸν ἐφ᾽ Ἕκτορι χαλκοκορυστῇ
αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν,
460εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.
ἀλλ᾽ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥ᾽ ἐφύλασσεν
Ἕκτορ᾽, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα,
ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ
ῥῆξ᾽ ἐπὶ τῷ ἐρύοντι: παρεπλάγχθη δέ οἱ ἄλλῃ
465ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός.
Τεῦκρος δ᾽ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα:
πόποι δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει
δαίμων ἡμετέρης, τέ μοι βιὸν ἔκβαλε χειρός,
νευρὴν δ᾽ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα
470πρώϊον, ὄφρ᾽ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς.

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα μέγας Τελαμώνιος Αἴας:
πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς
κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας:
αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ
475μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς.
μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν
νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.
’’’’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: