Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
οὔ τοι μήποτέ σ᾽ ἐκ τῶνδ᾽ ἑδράνων,
ὦ γέρον, ἄκοντά τις ἄξει. Οἰδίπους
ἔτ᾽ οὖν; Χορός
ἔτι βαῖνε πόρσω. Οἰδίπους
ἔτι; Χορός
προβίβαζε, κούρα,
πόρσω: σὺ γὰρ ἀΐεις. Ἀντιγόνη
* Οἰδίπους
* Ἀντιγόνη
*
ἕπεο μάν, ἕπε᾽ ὧδ᾽ ἀμαυρῷ
κώλῳ, πάτερ, ᾇ σ᾽ ἄγω. Οἰδίπους
* Χορός
τόλμα ξεῖνος ἐπὶ ξένης,
185ὦ τλάμων, ὅ τι καὶ πόλις
τέτροφεν ἄφιλον ἀποστυγεῖν
καὶ τὸ φίλον σέβεσθαι. Οἰδίπους
ἄγε νυν σύ με, παῖ,
ἵν᾽ ἂν εὐσεβίας ἐπιβαίνοντες
190τὸ μὲν εἴποιμεν, τὸ δ᾽ ἀκούσαιμεν,
καὶ μὴ χρείᾳ πολεμῶμεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.