Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ἐή, ἀλαῶν ὀμμάτων
150ἆρα καὶ ἦσθα φυτάλμιος; δυσαίων
μακραίων γ᾽, ὅσ᾽ ἐπεικάσαι.
ἀλλ᾽ οὐ μὰν ἔν γ᾽ ἐμοὶ
προσθήσει τάσδ᾽ ἀράς.
155περᾷς γάρ, περᾷς: ἀλλ᾽ ἵνα τῷδ᾽ ἐν ἀ-
φθέγκτῳ μὴ προπέσῃς νάπει
ποιάεντι, κάθυδρος οὗ
κρατὴρ μειλιχίων ποτῶν
160ῥεύματι συντρέχει,
τόν, ξένε πάμμορ᾽, εὖ φύλαξαι;
μετάσταθ᾽ ἀπόβαθι. πολ-
λὰ κέλευθος ἐρατύει:
165κλύεις, ὦ πολύμοχθ᾽ ἀλᾶτα;
λόγον εἴ τιν᾽ οἴσεις
πρὸς ἐμὰν λέσχαν, ἀβάτων ἀποβάς,
ἵνα πᾶσι νόμος,
φώνει: πρόσθεν δ᾽ ἀπερύκου. Οἰδίπους
170θύγατερ, ποῖ τις φροντίδος ἔλθῃ; Ἀντιγόνη
ὦ πάτερ, ἀστοῖς ἴσα χρὴ μελετᾶν,
εἴκοντας ἃ δεῖ κἀκούοντας. Οἰδίπους
πρόσθιγέ νύν μου. Ἀντιγόνη
ψαύω καὶ δή. Οἰδίπους
ὦ ξένε, μὴ δῆτ᾽ ἀδικηθῶ σοὶ
175πιστεύσας καὶ μεταναστάς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.