previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

τί δρῶμεν; ἐν σοὶ καὶ τὸ πλεῖν ἡμᾶς, ἄναξ,
ἤδη 'στὶ καὶ τοῖς τοῦδε προσχωρεῖν λόγοις.

Νεοπτόλεμος

965ἐμοὶ μὲν οἶκτος δεινὸς ἐμπέπτωκέ τις
τοῦδ᾽ ἀνδρὸς οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πάλαι.

Φιλοκτήτης

ἐλέησον, παῖ, πρὸς θεῶν, καὶ μὴ παρῇς
σαυτοῦ βροτοῖς ὄνειδος, ἐκκλέψας ἐμέ.

Νεοπτόλεμος

οἴμοι, τί δράσω; μή ποτ᾽ ὤφελον λιπεῖν
970τὴν Σκῦρον: οὕτω τοῖς παροῦσιν ἄχθομαι.

Φιλοκτήτης

οὐκ εἶ κακὸς σύ, πρὸς κακῶν δ᾽ ἀνδρῶν μαθὼν
ἔοικας ἥκειν αἰσχρά: νῦν δ᾽ ἄλλοισι δοὺς
οἷς εἰκὸς ἔκπλει, τἀμά μοι μεθεὶς ὅπλα.

Νεοπτόλεμος
τί δρῶμεν, ἄνδρες;

Ὀδυσσεύς
κάκιστ᾽ ἀνδρῶν, τί δρᾷς;
975οὐκ εἶ μεθεὶς τὰ τόξα ταῦτ᾽ ἐμοὶ πάλιν;

Φιλοκτήτης

οἴμοι, τίς ἁνήρ; ἆρ᾽ Ὀδυσσέως κλύω;

Ὀδυσσεύς

Ὀδυσσέως, σάφ᾽ ἴσθ᾽, ἐμοῦ γ᾽, ὃν εἰσορᾷς.

Φιλοκτήτης

οἴμοι: πέπραμαι κἀπόλωλ᾽: ὅδ᾽ ἦν ἄρα
ξυλλαβών με κἀπονοσφίσας ὅπλων.

Ὀδυσσεύς

980ἐγώ, σάφ᾽ ἴσθ᾽, οὐκ ἄλλος: ὁμολογῶ τάδε.

Φιλοκτήτης
ἀπόδος, ἄφες μοι, παῖ, τὰ τόξα.

Ὀδυσσεύς
τοῦτο μέν,
οὐδ᾽ ἢν θέλῃ, δράσει ποτ᾽: ἀλλὰ καὶ σὲ δεῖ
στείχειν ἅμ᾽ αὐτοῖς, βίᾳ στελοῦσί σε.

Φιλοκτήτης

ἔμ᾽, κακῶν κάκιστε καὶ τολμήσατε, οἵδ᾽ ἐκ βίας ἄξουσιν;

Ὀδυσσεύς
ἢν μὴ ἕρπῃς ἑκών.

Φιλοκτήτης

Λημνία χθὼν καὶ τὸ παγκρατὲς σέλας
Ἡφαιστότευκτον, ταῦτα δῆτ᾽ ἀνασχετά,
εἴ μ᾽ οὗτος ἐκ τῶν σῶν ἀπάξεται βίᾳ;

Ὀδυσσεύς

Ζεύς ἐσθ᾽, ἵν᾽ εἰδῇς, Ζεύς, τῆσδε γῆς κρατῶν,
990Ζεύς, δέδοκται ταῦθ᾽: ὑπηρετῶ δ᾽ ἐγώ.

Φιλοκτήτης

μῖσος, οἷα κἀξανευρίσκεις λέγειν:
θεοὺς προτείνων τοὺς θεοὺς ψευδεῖς τίθης.

Ὀδυσσεύς

οὔκ, ἀλλ᾽ ἀληθεῖς: δ᾽ ὁδὸς πορευτέα.

Φιλοκτήτης
οὔ φημ᾽.

Ὀδυσσεύς
ἐγὼ δέ φημι. πειστέον τάδε.

Φιλοκτήτης

995οἴμοι τάλας. ἡμᾶς μὲν ὡς δούλους σαφῶς
πατὴρ ἄρ᾽ ἐξέφυσεν οὐδ᾽ ἐλευθέρους.

Ὀδυσσεύς

οὔκ, ἀλλ᾽ ὁμοίους τοῖς ἀρίστοισιν, μεθ᾽ ὧν
Τροίαν σ᾽ ἑλεῖν δεῖ καὶ κατασκάψαι βίᾳ.

Φιλοκτήτης

οὐδέποτέ γ᾽: οὐδ᾽ ἢν χρῇ με πᾶν παθεῖν κακόν,
1000ἕως ἂν μοι γῆς τόδ᾽ αἰπεινὸν βάθρον.

Ὀδυσσεύς
τί δ᾽ ἐργασείεις;

Φιλοκτήτης
κρᾶτ᾽ ἐμὸν τόδ᾽ αὐτίκα
πέτρᾳ πέτρας ἄνωθεν αἱμάξω πεσών.

Ὀδυσσεύς

ξυλλάβετον αὐτόν: μὴ 'πὶ τῷδ᾽ ἔστω τάδε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1932)
load focus English (Robert Torrance)
load focus English (Sir Richard Jebb, 1898)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: