previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φιλοκτήτης

πῦρ σὺ καὶ πᾶν δεῖμα καὶ πανουργίας
δεινῆς τέχνημ᾽ ἔχθιστον, οἷά μ᾽ εἰργάσω,
οἷ᾽ ἠπάτηκας: οὐδ᾽ ἐπαισχύνει μ᾽ ὁρῶν
930τὸν προστρόπαιον, τὸν ἱκέτην, σχέτλιε;
ἀπεστέρηκας τὸν βίον τὰ τόξ᾽ ἑλών.
ἀπόδος, ἱκνοῦμαί σ᾽, ἀπόδος, ἱκετεύω, τέκνον:
πρὸς θεῶν πατρῴων, τὸν βίον με μὴ ἀφέλῃ.
ὤμοι τάλας. ἀλλ᾽ οὐδὲ προσφωνεῖ μ᾽ ἔτι,
935ἀλλ᾽ ὡς μεθήσων μήποθ᾽, ὧδ᾽ ὁρᾷ πάλιν.
λιμένες, προβλῆτες, ξυνουσίαι
θηρῶν ὀρείων, καταρρῶγες πέτραι,
ὑμῖν τάδ᾽, οὐ γὰρ ἄλλον οἶδ᾽ ὅτῳ λέγω,
ἀνακλαίομαι παροῦσι τοῖς εἰωθόσιν,
940οἷ᾽ ἔργ᾽ παῖς μ᾽ ἔδρασεν οὑξ Ἀχιλλέως:
ὀμόσας ἀπάξειν οἴκαδ᾽, ἐς Τροίαν μ᾽ ἄγει:
προσθείς τε χεῖρα δεξιάν, τὰ τόξα μου
ἱερὰ λαβὼν τοῦ Ζηνὸς Ἡρακλέους ἔχει,
καὶ τοῖσιν Ἀργείοισι φήνασθαι θέλει:
945ὡς ἄνδρ᾽ ἑλὼν ἰσχυρόν ἐκ βίας μ᾽ ἄγει,
κοὐκ οἶδ᾽ ἐναίρων νεκρὸν καπνοῦ σκιάν,
εἴδωλον ἄλλως: οὐ γὰρ ἂν σθένοντά γε
εἷλέν μ᾽: ἐπεὶ οὐδ᾽ ἂν ὧδ᾽ ἔχοντ᾽, εἰ μὴ δόλῳ.
νῦν δ᾽ ἠπάτημαι δύσμορος. τί χρή με δρᾶν;
950ἀλλ᾽ ἀπόδος, ἀλλὰ νῦν ἔτ᾽ ἐν σαυτῷ γενοῦ.
τί φής; σιωπᾷς; οὐδέν εἰμ᾽ δύσμορος.
σχῆμα πέτρας δίπυλον, αὖθις αὖ πάλιν
εἴσειμι πρὸς σὲ ψιλός, οὐκ ἔχων τροφήν:
ἀλλ᾽ αὐανοῦμαι τῷδ᾽ ἐν αὐλίῳ μόνος,
955οὐ πτηνὸν ὄρνιν οὐδὲ θῆρ᾽ ὀρειβάτην
τόξοις ἐναίρων τοισίδ᾽, ἀλλ᾽ αὐτὸς τάλας
θανὼν παρέξω δαῖθ᾽ ὑφ᾽ ὧν ἐφερβόμην,
καί μ᾽ οὓς ἐθήρων πρόσθε θηράσουσι νῦν:
φόνον φόνου δὲ ῥύσιον τίσω τάλας
960πρὸς τοῦ δοκοῦντος οὐδὲν εἰδέναι κακόν.
ὄλοιομή πω, πρὶν μάθοιμ᾽ εἰ καὶ πάλιν
γνώμην μετοίσεις: εἰ δὲ μή, θάνοις κακῶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1932)
load focus English (Robert Torrance)
load focus English (Sir Richard Jebb, 1898)
hide References (7 total)
  • Commentary references to this page (3):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 319
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 381
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 622
  • Cross-references in general dictionaries to this page (4):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: