previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φιλοκτήτης

ἀλλ᾽ οὖν δέδοικα μὴ ἀτέλεστ᾽ εὔχῃ, τέκνον.
στάζει γὰρ αὖ μοι φοίνιον τόδ᾽ ἐκ βυθοῦ
κηκῖον αἷμα, καί τι προσδοκῶ νέον. παπαῖ, φεῦ.
παπαῖ μάλ᾽, πούς, οἷά μ᾽ ἐργάσει κακά. προσέρπει,
προσέρχεται τόδ᾽ ἐγγύς. οἴμοι μοι τάλας.
ἔχετε τὸ πρᾶγμα: μὴ φύγητε μηδαμῇ. ἀτταταῖ.
ξένε Κεφαλλήν, εἴθε σου διαμπερὲς
στέρνων ἔχοιτ᾽ ἄλγησις ἥδε. φεῦ, παπαῖ,
παπαῖ μάλ᾽ αὖθις. διπλοῖ στρατηλάται,
Ἀγάμεμνον, Μενέλαε, πῶς ἂν ἀντ᾽ ἐμοῦ
795τὸν ἴσον χρόνον τρέφοιτε τήνδε τὴν νόσον; ἰώ μοι.
Θάνατε Θάνατε, πῶς ἀεὶ καλούμενος
οὕτω κατ᾽ ἦμαρ, οὐ δύνᾳ μολεῖν ποτε;
τέκνον γενναῖον, ἀλλὰ συλλαβὼν
800τῷ Λημνίῳ τῷδ᾽ ἀνακαλουμένῳ πυρὶ
ἔμπρησον, γενναῖε: κἀγώ τοί ποτε
τὸν τοῦ Διὸς παῖδ᾽ ἀντὶ τῶνδε τῶν ὅπλων,
νῦν σὺ σῴζεις, τοῦτ᾽ ἐπηξίωσα δρᾶν. τί φής, παῖ;
805τί φής; τί σιγᾷς; ποῦ ποτ᾽ ὤν, τέκνον, κυρεῖς;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1932)
load focus English (Robert Torrance)
load focus English (Sir Richard Jebb, 1898)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 1168
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: