previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Νεοπτόλεμος

730ἕρπ᾽, εἰ θέλεις. τί δή ποθ᾽ ὧδ᾽ ἐξ οὐδενὸς
λόγου σιωπᾷς κἀπόπληκτος ὧδ᾽ ἔχει;

Φιλοκτήτης
ἀᾶ, ἀᾶ.

Νεοπτόλεμος
τί δ᾽ ἔστιν;

Φιλοκτήτης
οὐδὲν δεινόν: ἀλλ᾽ ἴθ᾽, τέκνον.

Νεοπτόλεμος

μῶν ἄλγος ἴσχεις τῆς παρεστώσης νόσου;

Φιλοκτήτης

735οὐ δῆτ᾽ ἔγωγ᾽, ἀλλ᾽ ἄρτι κουφίζειν δοκῶ. θεοί.

Νεοπτόλεμος

τί τοὺς θεοὺς ὧδ᾽ ἀναστένων καλεῖς;

Φιλοκτήτης

σωτῆρας αὐτοὺς ἠπίους θ᾽ ἡμῖν μολεῖν. ἀᾶ, ἀᾶ.

Νεοπτόλεμος

740τί ποτε πέπονθας; οὐκ ἐρεῖς, ἀλλ᾽ ὧδ᾽ ἔσει
σιγηλός; ἐν κακῷ δέ τῳ φαίνει κυρῶν.

Φιλοκτήτης

ἀπόλωλα, τέκνον, κοὐ δυνήσομαι κακὸν
κρύψαι παρ᾽ ὑμῖν, ἀτταταῖ: διέρχεται
διέρχεται. δύστηνος, τάλας ἐγώ.
745ἀπόλωλα, τέκνον: βρύκομαι, τέκνον: παπαῖ,
ἀπαππαπαῖ, παπαππαπαππαπαππαπαῖ.
πρὸς θεῶν, πρόχειρον εἴ τί σοι, τέκνον, πάρα
ξίφος χεροῖν, πάταξον εἰς ἄκρον πόδα:
ἀπάμησον ὡς τάχιστα: μὴ φείσῃ βίου. ἴθ᾽, παῖ.

Νεοπτόλεμος

τί δ᾽ ἔστιν οὕτω νεοχμὸν ἐξαίφνης, ὅτου
τοσήνδ᾽ ἰυγὴν καὶ στόνον σαυτοῦ ποεῖ;

Φιλοκτήτης
οἶσθ᾽, τέκνον;

Νεοπτόλεμος
τί δ᾽ ἔστιν;

Φιλοκτήτης
οἶσθ᾽, παῖ;

Νεοπτόλεμος
τί σοί; οὐκ οἶδα.

Φιλοκτήτης
πῶς οὐκ οἶσθα; παππαπαππαπαῖ.

Νεοπτόλεμος

755δεινόν γε τοὐπίσαγμα τοῦ νοσήματος.

Φιλοκτήτης

δεινὸν γὰρ οὐδὲ ῥητόν: ἀλλ᾽ οἴκτιρέ με.

Νεοπτόλεμος
τί δῆτα δράσω;

Φιλοκτήτης
μή με ταρβήσας προδῷς:
ἥκει γὰρ αὕτη διὰ χρόνου πλάνοις ἴσως ὡς ἐξεπλήσθη.

Νεοπτόλεμος
ἰὼ ἰὼ δύστηνε σύ,
760δύστηνε δῆτα διὰ πόνων πάντων φανείς.
βούλει λάβωμαι δῆτα καὶ θίγω τί σου;

Φιλοκτήτης

μὴ δῆτα τοῦτό γ᾽: ἀλλά μοι τὰ τόξ᾽ ἑλὼν
τάδ᾽, ὥσπερ ᾐτοῦ μ᾽ ἀρτίως, ἕως ἀνῇ
765τὸ πῆμα τοῦτο τῆς νόσου τὸ νῦν παρόν,
σῷζ᾽ αὐτὰ καὶ φύλασσε. λαμβάνει γὰρ οὖν
ὕπνος μ᾽, ὅταν περ τὸ κακὸν ἐξίῃ τόδε:
κοὐκ ἔστι λῆξαι πρότερον: ἀλλ᾽ ἐᾶν χρεὼν
ἕκηλον εὕδειν. ἢν δὲ τῷδε τῷ χρόνῳ
770μόλωσ᾽ ἐκεῖνοι, πρὸς θεῶν ἐφίεμαι
ἑκόντα μηδ᾽ ἄκοντα μηδέ τῳ τέχνῃ
κείνοις μεθεῖναι ταῦτα, μὴ σαυτόν θ᾽ ἅμα
κἄμ᾽, ὄντα σαυτοῦ πρόστροπον, κτείνας γένῃ.

Νεοπτόλεμος

θάρσει προνοίας οὕνεκ᾽: οὐ δοθήσεται
775πλὴν σοί τε κἀμοί: ξὺν τύχῃ δὲ πρόσφερε.

Φιλοκτήτης

ἰδοὺ δέχου, παῖ: τὸν φθόνον δὲ πρόσκυσον
μή σοι γενέσθαι πολύπον᾽ αὐτὰ μηδ᾽ ὅπως
ἐμοί τε καὶ τῷ πρόσθ᾽ ἐμοῦ κεκτημένῳ.

Νεοπτόλεμος

θεοί, γένοιτο ταῦτα νῷν: γένοιτο δὲ
780πλοῦς οὔριός τε κεὐσταλὴς ὅποι ποτὲ
θεὸς δικαιοῖ χὠ στόλος πορσύνεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1932)
load focus English (Robert Torrance)
load focus English (Sir Richard Jebb, 1898)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: