previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φιλοκτήτης

οὔκουν τάδ᾽, παῖ, δεινά, τὸν Λαερτίου
ἔμ᾽ ἐλπίσαι ποτ᾽ ἂν λόγοισι μαλθακοῖς
630δεῖξαι νεὼς ἄγοντ᾽ ἐν Ἀργείοις μέσοις;
οὔ: θᾶσσον ἂν τῆς πλεῖστον ἐχθίστης ἐμοὶ
κλύοιμ᾽ ἐχίδνης, μ᾽ ἔθηκεν ὧδ᾽ ἄπουν.
ἀλλ᾽ ἔστ᾽ ἐκείνῳ πάντα λεκτά, πάντα δὲ
τολμητά: καὶ νῦν οἶδ᾽ ὁθούνεχ᾽ ἵξεται.
635ἀλλ᾽, τέκνον, χωρῶμεν, ὡς ἡμᾶς πολὺ
πέλαγος ὁρίζῃ τῆς Ὀδυσσέως νεώς.
ἴωμεν: τοι καίριος σπουδὴ πόνου
λήξαντος ὕπνον κἀνάπαυλαν ἤγαγεν.

Νεοπτόλεμος

οὐκοῦν ἐπειδὰν πνεῦμα τοὐκ πρῴρας ἀνῇ,
640τότε στελοῦμεν: νῦν γὰρ ἀντιοστατεῖ.

Φιλοκτήτης

ἀεὶ καλὸς πλοῦς ἔσθ᾽, ὅταν φεύγῃς κακά.

Νεοπτόλεμος

οὔκ, ἀλλὰ κἀκείνοισι ταῦτ᾽ ἐναντία.

Φιλοκτήτης

οὐκ ἔστι λῃσταῖς πνεῦμ᾽ ἐναντιούμενον,
ὅταν παρῇ κλέψαι τι χἀρπάσαι βίᾳ.

Νεοπτόλεμος

645ἀλλ᾽ εἰ δοκεῖ, χωρῶμεν, ἔνδοθεν λαβὼν
ὅτου σε χρεία καὶ πόθος μάλιστ᾽ ἔχει.

Φιλοκτήτης

ἀλλ᾽ ἔστιν ὧν δεῖ, καίπερ οὐ πολλῶν ἄπο.

Νεοπτόλεμος

τί τοῦθ᾽ μὴ νεώς γε τῆς ἐμῆς ἔπι;

Φιλοκτήτης

φύλλον τί μοι πάρεστιν, μάλιστ᾽ ἀεὶ
650κοιμῶ τόδ᾽ ἕλκος, ὥστε πραΰνειν πάνυ.

Νεοπτόλεμος

ἀλλ᾽ ἔκφερ᾽ αὐτό. τί γὰρ ἔτ᾽ ἄλλ᾽ ἐρᾷς λαβεῖν;

Φιλοκτήτης

εἴ μοί τι τόξων τῶνδ᾽ ἀπημελημένον
παρερρύηκεν, ὡς λίπω μή τῳ λαβεῖν.

Νεοπτόλεμος

ταῦτα γὰρ τὰ κλεινὰ τόξ᾽ νῦν ἔχεις;

Φιλοκτήτης

655ταῦτ᾽, οὐ γὰρ ἄλλ᾽ ἔστ᾽, ἀλλ᾽ βαστάζω χεροῖν.

Νεοπτόλεμος

ἆρ᾽ ἔστιν ὥστε κἀγγύθεν θέαν λαβεῖν
καὶ βαστάσαι με προσκύσαι θ᾽ ὥσπερ θεόν;

Φιλοκτήτης

σοί γ᾽, τέκνον, καὶ τοῦτο κἄλλο τῶν ἐμῶν
ὁποῖον ἄν σοι ξυμφέρῃ γενήσεται.

Νεοπτόλεμος

660καὶ μὴν ἐρῶ γε, τὸν δ᾽ ἔρωθ᾽ οὕτως ἔχω:
εἴ μοι θέμις, θέλοιμ᾽ ἄν: εἰ δὲ μή, πάρες.

Φιλοκτήτης

ὅσιά τε φωνεῖς ἔστι τ᾽, τέκνον, θέμις,
ὅς γ᾽ ἡλίου τόδ᾽ εἰσορᾶν ἐμοὶ φάος
μόνος δέδωκας, ὃς χθόν᾽ Οἰταίαν ἰδεῖν,
665ὃς πατέρα πρέσβυν, ὃς φίλους, ὃς τῶν ἐμῶν
ἐχθρῶν μ᾽ ἔνερθεν ὄντ᾽ ἀνέστησας πέρα.
θάρσει, παρέσται ταῦτά σοι καὶ θιγγάνειν
καὶ δόντι δοῦναι κἀξεπεύξασθαι βροτῶν
ἀρετῆς ἕκατι τῶνδ᾽ ἐπιψαῦσαι μόνον:
670εὐεργετῶν γὰρ καὐτὸς αὔτ᾽ ἐκτησάμην.

Νεοπτόλεμος

οὐκ ἄχθομαί σ᾽ ἰδών τε καὶ λαβὼν φίλον:
ὅστις γὰρ εὖ δρᾶν εὖ παθὼν ἐπίσταται,
παντὸς γένοιτ᾽ ἂν κτήματος κρείσσων φίλος. χωροῖς ἂν εἴσω.

Φιλοκτήτης
καὶ σέ γ᾽ εἰσάξω: τὸ γὰρ
675νοσοῦν ποθεῖ σε ξυμπαραστάτην λαβεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: