previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Νεοπτόλεμος

ποίου δὲ τούτου πλήν γ᾽ Ὀδυσσέως ἐρεῖς;

Φιλοκτήτης

οὐ τοῦτον εἶπον, ἀλλὰ Θερσίτης τις ἦν,
ὃς οὐκ ἂν εἵλετ᾽ εἰσάπαξ εἰπεῖν, ὅπου
μηδεὶς ἐῴη: τοῦτον οἶσθ᾽ εἰ ζῶν κυρεῖ;

Νεοπτόλεμος

445οὐκ εἶδον αὐτόν, ᾐσθόμην δ᾽ ἔτ᾽ ὄντα νιν.

Φιλοκτήτης

ἔμελλ᾽: ἐπεὶ οὐδέν πω κακόν γ᾽ ἀπώλετο,
ἀλλ᾽ εὖ περιστέλλουσιν αὐτὰ δαίμονες,
καί πως τὰ μὲν πανοῦργα καὶ παλιντριβῆ
χαίρουσ᾽ ἀναστρέφοντες ἐξ Ἅιδου, τὰ δὲ
450δίκαια καὶ τὰ χρήστ᾽ ἀποστέλλουσ᾽ ἀεί.
ποῦ χρὴ τίθεσθαι ταῦτα, ποῦ δ᾽ αἰνεῖν, ὅταν
τὰ θεῖ᾽ ἐπαινῶν τοὺς θεοὺς εὕρω κακούς;

Νεοπτόλεμος

ἐγὼ μέν, γένεθλον Οἰταίου πατρός,
τὸ λοιπὸν ἤδη τηλόθεν τό τ᾽ Ἴλιον
455καὶ τοὺς Ἀτρείδας εἰσορῶν φυλάξομαι:
ὅπου δ᾽ χείρων τἀγαθοῦ μεῖζον σθένει
κἀποφθίνει τὰ χρηστὰ χὠ δειλὸς κρατεῖ,
τούτους ἐγὼ τοὺς ἄνδρας οὐ στέρξω ποτέ:
ἀλλ᾽ πετραία Σκῦρος ἐξαρκοῦσά μοι
460ἔσται τὸ λοιπόν, ὥστε τέρπεσθαι δόμῳ.
νῦν δ᾽ εἶμι πρὸς ναῦν: καὶ σύ, Ποίαντος τέκνον,
χαῖρ᾽ ὡς μέγιστα, χαῖρε: καί σε δαίμονες
νόσου μεταστήσειαν, ὡς αὐτὸς θέλεις.
ἡμεῖς δ᾽ ἴωμεν, ὡς ὁπηνίκ᾽ ἂν θεὸς
465πλοῦν ἡμὶν εἴκῃ, τηνικαῦθ᾽ ὁρμώμεθα.

Φιλοκτήτης
ἤδη, τέκνον, στέλλεσθε;

Νεοπτόλεμος
καιρὸς γὰρ καλεῖ
πλοῦν μὴ 'ξ ἀπόπτου μᾶλλον 'γγύθεν σκοπεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1932)
load focus English (Robert Torrance)
load focus English (Sir Richard Jebb, 1898)
hide References (8 total)
  • Commentary references to this page (6):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 1204
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 439
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 572
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 598
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 786
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 184
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: