Νεοπτόλεμος
ἄναξ Ὀδυσσεῦ, τοὔργον οὐ μακρὰν λέγεις:
δοκῶ γὰρ οἷον εἶπας ἄντρον εἰσορᾶν.
Ὀδυσσεύς
ἄνωθεν ἢ κάτωθεν; οὐ γὰρ ἐννοῶ.
Νεοπτόλεμος
τόδ᾽ ἐξύπερθε: καὶ στίβου γ᾽ οὐδεὶς κτύπος.
Ὀδυσσεύς
30ὅρα καθ᾽ ὕπνον μὴ καταυλισθεὶς κυρεῖ.
Νεοπτόλεμος
ὁρῶ κενὴν οἴκησιν ἀνθρώπων δίχα.
Ὀδυσσεύς
οὐδ᾽ ἔνδον οἰκοποιός ἐστί τις τροφή;
Νεοπτόλεμος
στιπτή γε φυλλὰς ὡς ἐναυλίζοντί τῳ.
Ὀδυσσεύς
τὰ δ᾽ ἄλλ᾽ ἔρημα, κοὐδέν ἐσθ᾽ ὑπόστεγον;
Νεοπτόλεμος
35αὐτόξυλόν γ᾽ ἔκπωμα, φλαυρουργοῦ τινος
τεχνήματ᾽ ἀνδρός, καὶ πυρεῖ᾽ ὁμοῦ τάδε.
Ὀδυσσεύς
κείνου τὸ θησαύρισμα σημαίνεις τόδε.
Νεοπτόλεμος
ἰοὺ ἰού: καὶ ταῦτά γ᾽ ἄλλα θάλπεται
ῥάκη, βαρείας του νοσηλείας πλέα.
Ὀδυσσεύς
40ἁνὴρ κατοικεῖ τούσδε τοὺς τόπους σαφῶς,
κἄστ᾽ οὐχ ἑκάς που: πῶς γὰρ ἂν νοσῶν ἀνὴρ
κῶλον παλαιᾷ κηρὶ προσβαίη μακράν;
ἀλλ᾽ ἢ 'πὶ φορβῆς νόστον ἐξελήλυθεν
ἢ φύλλον εἴ τι νώδυνον κάτοιδέ που.
45τὸν οὖν παρόντα πέμψον εἰς κατασκοπήν,
μὴ καὶ λάθῃ με προσπεσών: ὡς μᾶλλον ἂν
ἕλοιτό μ᾽ ἢ τοὺς πάντας Ἀργείους λαβεῖν.
Νεοπτόλεμος
ἀλλ᾽ ἔρχεταί τε καὶ φυλάξεται στίβος.
σὺ δ᾽, εἴ τι χρῄζεις, φράζε δευτέρῳ λόγῳ.
Ὀδυσσεύς
50Ἀχιλλέως παῖ, δεῖ σ᾽ ἐφ᾽ οἷς ἐλήλυθας
γενναῖον εἶναι, μὴ μόνον τῷ σώματι,
ἀλλ᾽ ἤν τι καινὸν ὧν πρὶν οὐκ ἀκήκοας
κλύῃς, ὑπουργεῖν, ὡς ὑπηρέτης πάρει.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.