previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Φιλοκτήτης

ἰὼ ξένοι,
220τίνες ποτ᾽ ἐς γῆν τήνδε κἀκ ποίας πάτρας
κατέσχετ᾽ οὔτ᾽ εὔορμον οὔτ᾽ οἰκουμένην;
ποίας ἂν ὑμᾶς πατρίδος γένους ποτὲ
τύχοιμ᾽ ἂν εἰπών; σχῆμα μὲν γὰρ Ἑλλάδος
στολῆς ὑπάρχει προσφιλεστάτης ἐμοί:
225φωνῆς δ᾽ ἀκοῦσαι βούλομαι: καὶ μή μ᾽ ὄκνῳ
δείσαντες ἐκπλαγῆτ᾽ ἀπηγριωμένον,
ἀλλ᾽ οἰκτίσαντες ἄνδρα δύστηνον, μόνον,
ἔρημον ὧδε κἄφιλον κακούμενον,
φωνήσατ᾽, εἴπερ ὡς φίλοι προσήκετε.
230ἀλλ᾽ ἀνταμείψασθ᾽: οὐ γὰρ εἰκὸς οὔτ᾽ ἐμὲ
ὑμῶν ἁμαρτεῖν τοῦτό γ᾽ οὔθ᾽ ὑμᾶς ἐμοῦ.

Νεοπτόλεμος

ἀλλ᾽, ξέν᾽, ἴσθι τοῦτο πρῶτον, οὕνεκα
Ἕλληνές ἐσμεν: τοῦτο γὰρ βούλει μαθεῖν.

Φιλοκτήτης

φίλτατον φώνημα: φεῦ τὸ καὶ λαβεῖν
235πρόσφθεγμα τοιοῦδ᾽ ἀνδρὸς ἐν χρόνῳ μακρῷ.
τίς σ᾽, τέκνον, προσέσχε, τίς προσήγαγεν
χρεία; τίς ὁρμή; τίς ἀνέμων φίλτατος;
γέγωνέ μοι πᾶν τοῦθ᾽, ὅπως εἰδῶ τίς εἶ.

Νεοπτόλεμος

ἐγὼ γένος μέν εἰμι τῆς περιρρύτου
240Σκύρου: πλέω δ᾽ ἐς οἶκον: αὐδῶμαι δὲ παῖς
Ἀχιλλέως, Νεοπτόλεμος. οἶσθα δὴ τὸ πᾶν.

Φιλοκτήτης

φιλτάτου παῖ πατρός, φίλης χθονός,
τοῦ γέροντος θρέμμα Λυκομήδους, τίνι
στόλῳ προσέσχες τήνδε γῆν πόθεν πλέων;

Νεοπτόλεμος

245ἐξ Ἰλίου τοι δὴ τανῦν γε ναυστολῶ.

Φιλοκτήτης

πῶς εἶπας; οὐ γὰρ δὴ σύ γ᾽ ἦσθα ναυβάτης
ἡμῖν κατ᾽ ἀρχὴν τοῦ πρὸς Ἴλιον στόλου.

Νεοπτόλεμος

γὰρ μετέσχες καὶ σὺ τοῦδε τοῦ πόνου;

Φιλοκτήτης

τέκνον, οὐ γὰρ οἶσθά μ᾽ ὅντιν᾽ εἰσορᾷς;

Νεοπτόλεμος

250πῶς γὰρ κάτοιδ᾽ ὅν γ᾽ εἶδον οὐδεπώποτε;

Φιλοκτήτης

οὐδ᾽ ὄνομ᾽ ἄρ᾽ οὐδὲ τῶν ἐμῶν κακῶν κλέος
ᾔσθου ποτ᾽ οὐδέν, οἷς ἐγὼ διωλλύμην;

Νεοπτόλεμος

ὡς μηδὲν εἰδότ᾽ ἴσθι μ᾽ ὧν ἀνιστορεῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1932)
load focus English (Sir Richard Jebb, 1898)
load focus English (Robert Torrance)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: