previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φιλοκτήτης

στυγνὸς αἰών, τί με, τί δῆτ᾽ ἔχεις ἄνω
βλέποντα κοὐκ ἀφῆκας εἰς Ἅιδου μολεῖν;
1350οἴμοι, τί δράσω; πῶς ἀπιστήσω λόγοις
τοῖς τοῦδ᾽, ὃς εὔνους ὢν ἐμοὶ παρῄνεσεν;
ἀλλ᾽ εἰκάθω δῆτ᾽; εἶτα πῶς δύσμορος
εἰς φῶς τάδ᾽ ἔρξας εἶμι; τῷ προσήγορος;
πῶς, τὰ πάντ᾽ ἰδόντες ἀμφ᾽ ἐμοὶ κύκλοι,
1355ταῦτ᾽ ἐξανασχήσεσθε, τοῖσιν Ἀτρέως
ἐμὲ ξυνόντα παισίν, οἵ μ᾽ ἀπώλεσαν;
πῶς τῷ πανώλει παιδὶ τῷ Λαερτίου;
οὐ γάρ με τἄλγος τῶν παρελθόντων δάκνει,
ἀλλ᾽ οἷα χρὴ παθεῖν με πρὸς τούτων ἔτι
δοκῶ προλεύσσειν: οἷς γὰρ γνώμη κακῶν
1360μήτηρ γένηται, τἄλλα παιδεύει κακούς.
καὶ σοῦ δ᾽ ἔγωγε θαυμάσας ἔχω τόδε.
χρῆν γάρ σε μήτ᾽ αὐτόν ποτ᾽ ἐς Τροίαν μολεῖν
ἡμᾶς τ᾽ ἀπείργειν, οἵ γέ σου καθύβρισαν,
πατρὸς γέρας συλῶντες, εἶτα τοῖσδε σὺ
1365εἶ ξυμμαχήσων, κἄμ᾽ ἀναγκάζεις τόδε;
μὴ δῆτα, τέκνον: ἀλλ᾽ μοι ξυνώμοσας,
πέμψον πρὸς οἴκους: καὐτὸς ἐν Σκύρῳ μένων
ἔα κακῶς αὐτοὺς ἀπόλλυσθαι κακούς.
1370χοὔτω διπλῆν μὲν ἐξ ἐμοῦ κτήσει χάριν,
διπλῆν δὲ πατρός, κοὐ κακοὺς ἐπωφελῶν
δόξεις ὁμοῖος τοῖς κακοῖς πεφυκέναι.

Νεοπτόλεμος

λέγεις μὲν εἰκότ᾽, ἀλλ᾽ ὅμως σε βούλομαι
θεοῖς τε πιστεύσαντα τοῖς τ᾽ ἐμοῖς λόγοις
1375φίλου μετ᾽ ἀνδρὸς τοῦδε τῆσδ᾽ ἐκπλεῖν χθονός.

Φιλοκτήτης

πρὸς τὰ Τροίας πεδία καὶ τὸν Ἀτρέως
ἔχθιστον υἱὸν τῷδε δυστήνῳ ποδί;

Νεοπτόλεμος

πρὸς τοὺς μὲν οὖν σε τήνδε τ᾽ ἔμπυον βάσιν
παύσοντας ἄλγους κἀποσώσοντας νόσου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1932)
load focus English (Sir Richard Jebb, 1898)
load focus English (Robert Torrance)
hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 1069
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: