previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χρυσόθεμις

καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην.
ἐπεὶ γὰρ ἦλθον πατρὸς ἀρχαῖον τάφον,
ὁρῶ κολώνης ἐξ ἄκρας νεορρύτους
895πηγὰς γάλακτος καὶ περιστεφῆ κύκλῳ
πάντων ὅσ᾽ ἐστὶν ἀνθέων θήκην πατρός.
ἰδοῦσα δ᾽ ἔσχον θαῦμα, καὶ περισκοπῶ
μή πού τις ἡμῖν ἐγγὺς ἐγχρίμπτῃ βροτῶν.
ὡς δ᾽ ἐν γαλήνῃ πάντ᾽ ἐδερκόμην τόπον,
900τύμβου προσεῖρπον ἆσσον: ἐσχάτης δ᾽ ὁρῶ
πυρᾶς νεώρη βόστρυχον τετμημένον:
κεὐθὺς τάλαιν᾽ ὡς εἶδον, ἐμπαίει τί μοι
ψυχῇ σύνηθες ὄμμα, φιλτάτου βροτῶν
πάντων Ὀρέστου τοῦθ᾽ ὁρᾶν τεκμήριον:
905καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν οὔ,
χαρᾷ δὲ πίμπλημ᾽ εὐθὺς ὄμμα δακρύων.
καὶ νῦν θ᾽ ὁμοίως καὶ τότ᾽ ἐξεπίσταμαι
μή του τόδ᾽ ἀγλάϊσμα πλὴν κείνου μολεῖν:
τῷ γὰρ προσήκει πλήν γ᾽ ἐμοῦ καὶ σοῦ τόδε;
910κἀγὼ μὲν οὐκ ἔδρασα, τοῦτ᾽ ἐπίσταμαι,
οὐδ᾽ αὖ σύ: πῶς γάρ; γε μηδὲ πρὸς θεοὺς
ἔξεστ᾽ ἀκλαύστῳ τῆσδ᾽ ἀποστῆναι στέγης.
ἀλλ᾽ οὐδὲ μὲν δὴ μητρὸς οὔθ᾽ νοῦς φιλεῖ
τοιαῦτα πράσσειν οὔτε δρῶσ᾽ ἐλάνθαν᾽ ἄν:
915ἀλλ᾽ ἔστ᾽ Ὀρέστου ταῦτα τἀπιτύμβια.
ἀλλ᾽, φίλη, θάρσυνε: τοῖς αὐτοῖσί τοι
οὐχ αὑτὸς αἰεὶ δαιμόνων παραστατεῖ.
νῷν ἦν τὰ πρόσθεν στυγνός: δὲ νῦν ἴσως
πολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1894)
hide References (9 total)
  • Commentary references to this page (5):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1274
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 78
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 648
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 936
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 1.425
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.1
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: