previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Παιδαγωγός

660ξέναι γυναῖκες, πῶς ἂν εἰδείην σαφῶς
εἰ τοῦ τυράννου δώματ᾽ Αἰγίσθου τάδε;

Χορός

τάδ᾽ ἐστίν, ξέν᾽: αὐτὸς ᾔκασας καλῶς.

Παιδαγωγός

καὶ δάμαρτα τήνδ᾽ ἐπεικάζων κυρῶ
κείνου; πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν.

Χορός

665μάλιστα πάντων: ἥδε σοι κείνη πάρα.

Παιδαγωγός

χαῖρ᾽, ἄνασσα: σοὶ φέρων ἥκω λόγους
ἡδεῖς φίλου παρ᾽ ἀνδρὸς Αἰγίσθῳ θ᾽ ὁμοῦ.

Κλυταιμνήστρα

ἐδεξάμην τὸ ῥηθέν: εἰδέναι δέ σου
πρώτιστα χρῄζω τίς σ᾽ ἀπέστειλεν βροτῶν.

Παιδαγωγός

670Φανοτεὺς Φωκεύς, πρᾶγμα πορσύνων μέγα.

Κλυταιμνήστρα

τὸ ποῖον, ξέν᾽; εἰπέ: παρὰ φίλου γὰρ ὢν
ἀνδρός, σάφ᾽ οἶδα, προσφιλεῖς λέξεις λόγους.

Παιδαγωγός

τέθνηκ᾽ Ὀρέστης: ἐν βραχεῖ ξυνθεὶς λέγω.

Ἠλέκτρα

οἲ 'γὼ τάλαιν᾽, ὄλωλα τῇδ᾽ ἐν ἡμέρᾳ.

Κλυταιμνήστρα

675τί φής, τί φής, ξεῖνε; μὴ ταύτης κλύε.

Παιδαγωγός

θανόντ᾽ Ὀρέστην νῦν τε καὶ πάλαι λέγω.

Ἠλέκτρα

ἀπωλόμην δύστηνος, οὐδέν εἰμ᾽ ἔτι.

Κλυταιμνήστρα

σὺ μὲν τὰ σαυτῆς πρᾶσσ᾽, ἐμοὶ δὲ σύ, ξένε,
τἀληθὲς εἰπέ, τῷ τρόπῳ διόλλυται;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Sir Richard Jebb, 1894)
hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 1103
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: