previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

610ὁρῶ μένος πνέουσαν: εἰ δὲ σὺν δίκῃ
ξύνεστι, τοῦδε φροντίδ᾽ οὐκέτ᾽ εἰσορῶ.

Κλυταιμνήστρα

ποίας δ᾽ ἐμοὶ δεῖ πρός γε τήνδε φροντίδος,
ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν,
καὶ ταῦτα τηλικοῦτος; ἆρά σοι δοκεῖ
615χωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ;

Ἠλέκτρα

εὖ νυν ἐπίστω τῶνδέ μ᾽ αἰσχύνην ἔχειν,
κεἰ μὴ δοκῶ σοι: μανθάνω δ᾽ ὁθούνεκα
ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα.
ἀλλ᾽ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰ
620ἔργ᾽ ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ:
αἰσχροῖς γὰρ αἰσχρὰ πράγματ᾽ ἐκδιδάσκεται.

Κλυταιμνήστρα

θρέμμ᾽ ἀναιδές, σ᾽ ἐγὼ καὶ τἄμ᾽ ἔπη
καὶ τἄργα τἀμὰ πόλλ᾽ ἄγαν λέγειν ποεῖ.

Ἠλέκτρα

σύ τοι λέγεις νιν, οὐκ ἐγώ: σὺ γὰρ ποεῖς
625τοὔργον: τὰ δ᾽ ἔργα τοὺς λόγους εὑρίσκεται.

Κλυταιμνήστρα

ἀλλ᾽ οὐ μὰ τὴν δέσποιναν Ἄρτεμιν θράσους
τοῦδ᾽ οὐκ ἀλύξεις, εὖτ᾽ ἂν Αἴγισθος μόλῃ.

Ἠλέκτρα

ὁρᾷς; πρὸς ὀργὴν ἐκφέρει, μεθεῖσά μοι
λέγειν χρῄζοιμ᾽, οὐδ᾽ ἐπίστασαι κλύειν.

Κλυταιμνήστρα

630οὔκουν ἐάσεις οὐδ᾽ ὑπ᾽ εὐφήμου βοῆς
θῦσαί μ᾽, ἐπειδὴ σοί γ᾽ ἐφῆκα πᾶν λέγειν;

Ἠλέκτρα

ἐῶ, κελεύω, θῦε: μηδ᾽ ἐπαιτιῶ
τοὐμὸν στόμ᾽, ὡς οὐκ ἂν πέρα λέξαιμ᾽ ἔτι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1894)
load focus English (Sir Richard Jebb, 1894)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 1057
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: