previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἠλέκτρα

ἀλλ᾽, φίλη, τούτων μὲν ὧν ἔχεις χεροῖν
τύμβῳ προσάψῃς μηδέν: οὐ γάρ σοι θέμις
οὐδ᾽ ὅσιον ἐχθρᾶς ἀπὸ γυναικὸς ἱστάναι
κτερίσματ᾽ οὐδὲ λουτρὰ προσφέρειν πατρί:
435ἀλλ᾽ πνοαῖσιν βαθυσκαφεῖ κόνει
κρύψον νιν, ἔνθα μή ποτ᾽ εἰς εὐνὴν πατρὸς
τούτων πρόσεισι μηδέν: ἀλλ᾽ ὅταν θάνῃ
κειμήλι᾽ αὐτῇ ταῦτα σῳζέσθω κάτω.
ἀρχὴν δ᾽ ἄν, εἰ μὴ τλημονεστάτη γυνὴ
440πασῶν ἔβλαστε, τάσδε δυσμενεῖς χοὰς
οὐκ ἄν ποθ᾽ ὅν γ᾽ ἔκτεινε, τῷδ᾽ ἐπέστεφε.
σκέψαι γὰρ εἴ σοι προσφιλῶς αὐτῇ δοκεῖ
γέρα τάδ᾽ οὑν τάφοισι δέξεσθαι νέκυς,
ὑφ᾽ ἧς θανὼν ἄτιμος, ὥστε δυσμενής,
445ἐμασχαλίσθη, κἀπὶ λουτροῖσιν κάρᾳ
κηλῖδας ἐξέμαξεν. ἆρα μὴ δοκεῖς
λυτήρι᾽ αὐτῇ ταῦτα τοῦ φόνου φέρειν;
οὐχ ἔστιν. ἀλλὰ ταῦτα μὲν μέθες: σὺ δὲ
τεμοῦσα κρατὸς βοστρύχων ἄκρας φόβας
450κἀμοῦ ταλαίνης, σμικρὰ μὲν τάδ᾽, ἀλλ᾽ ὅμως
ἅχω, δὸς αὐτῷ, τήνδ᾽ ἀλιπαρῆ τρίχα
καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον.
αἰτοῦ δὲ προσπίτνουσα γῆθεν εὐμενῆ
ἡμῖν ἀρωγὸν αὐτὸν εἰς ἐχθροὺς μολεῖν,
455καὶ παῖδ᾽ Ὀρέστην ἐξ ὑπερτέρας χερὸς
ἐχθροῖσιν αὐτοῦ ζῶντ᾽ ἐπεμβῆναι ποδί,
ὅπως τὸ λοιπὸν αὐτὸν ἀφνεωτέραις
χερσὶν στέφωμεν τανῦν δωρούμεθα.
οἶμαι μὲν οὖν, οἶμαί τι κἀκείνῳ μέλον
460πέμψαι τάδ᾽ αὐτῇ δυσπρόσοπτ᾽ ὀνείρατα:
ὅμως δ᾽, ἀδελφή, σοί θ᾽ ὑπούργησον τάδε
ἐμοί τ᾽ ἀρωγὰ τῷ τε φιλτάτῳ βροτῶν
πάντων, ἐν Ἅιδου κειμένῳ κοινῷ πατρί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1894)
load focus English (Sir Richard Jebb, 1894)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 326
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: