Ὀρέστης
πῶς οὖν ἔχει τἀντεῦθεν εἰσιόντι μοι;
Παιδαγωγός
1340καλῶς: ὑπάρχει γάρ σε μὴ γνῶναί τινα.
Ὀρέστης
ἤγγειλας, ὡς ἔοικεν, ὡς τεθνηκότα.
Παιδαγωγός
εἷς τῶν ἐν Ἅιδου μάνθαν᾽ ἐνθάδ᾽ ὢν ἀνήρ.
Ὀρέστης
χαίρουσιν οὖν τούτοισιν; ἢ τίνες λόγοι;
Παιδαγωγός
τελουμένων εἴποιμ᾽ ἄν: ὡς δὲ νῦν ἔχει,
1345καλῶς τὰ κείνων πάντα, καὶ τὰ μὴ καλῶς.
Ἠλέκτρα
τίς οὗτός ἐστ᾽, ἀδελφέ; πρὸς θεῶν φράσον.
Ὀρέστης
οὐχὶ ξυνίης;
Ἠλέκτρα
οὐδέ γ᾽ ἐς θυμὸν φέρω.
Ὀρέστης
οὐκ οἶσθ᾽ ὅτῳ μ᾽ ἔδωκας εἰς χέρας ποτέ;
Ἠλέκτρα
ποίῳ; τί φωνεῖς;
Ὀρέστης
οὗ τὸ Φωκέων πέδον
1350ὑπεξεπέμφθην σῇ προμηθίᾳ χεροῖν.
Ἠλέκτρα
ἦ κεῖνος οὗτος, ὅν ποτ᾽ ἐκ πολλῶν ἐγὼ
μόνον προσηῦρον πιστὸν ἐν πατρὸς φόνῳ;
Ὀρέστης
ὅδ᾽ ἐστί: μή μ᾽ ἔλεγχε πλείοσιν λόγοις.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.