Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἠλέκτρα
ἰὼ γοναί,
γοναὶ σωμάτων ἐμοὶ φιλτάτων,
ἐμόλετ᾽ ἀρτίως,
1235ἐφηύρετ᾽, ἤλθετ᾽, εἴδεθ᾽ οὓς ἐχρῄζετε. Ὀρέστης
πάρεσμεν: ἀλλὰ σῖγ᾽ ἔχουσα πρόσμενε. Ἠλέκτρα
τί δ᾽ ἔστιν; Ὀρέστης
σιγᾶν ἄμεινον, μή τις ἔνδοθεν κλύῃ. Ἠλέκτρα
ἀλλ᾽ οὐ μὰ τὴν ἄδμητον αἰὲν Ἄρτεμιν,
1240τόδε μὲν οὔ ποτ᾽ ἀξιώσω τρέσαι,
περισσὸν ἄχθος ἔνδον
γυναικῶν ὂν αἰεί. Ὀρέστης
ὅρα γε μὲν δὴ κἀν γυναιξὶν ὡς Ἄρης
ἔνεστιν: εὖ δ᾽ ἔξοισθα πειραθεῖσά που. Ἠλέκτρα
1245ὀτοτοτοτοῖ τοτοῖ,
ἀνέφελον ἐνέβαλες οὔ ποτε καταλύσιμον,
οὐδέ ποτε λησόμενον ἁμέτερον
1250οἷον ἔφυ κακόν. Ὀρέστης
ἔξοιδα, παῖ, ταῦτ᾽: ἀλλ᾽ ὅταν παρουσία
φράζῃ, τότ᾽ ἔργων τῶνδε μεμνῆσθαι χρεών.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.