previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἠλέκτρα

1200μόνος βροτῶν νυν ἴσθ᾽ ἐποικτίρας ποτέ.

Ὀρέστης

μόνος γὰρ ἥκω τοῖς ἴσοις ἀλγῶν κακοῖς.

Ἠλέκτρα

οὐ δή ποθ᾽ ἡμῖν ξυγγενὴς ἥκεις ποθέν;

Ὀρέστης

ἐγὼ φράσαιμ᾽ ἄν, εἰ τὸ τῶνδ᾽ εὔνουν πάρα.

Ἠλέκτρα

ἀλλ᾽ ἐστὶν εὔνουν, ὥστε πρὸς πιστὰς ἐρεῖς.

Ὀρέστης

1205μέθες τόδ᾽ ἄγγος νῦν, ὅπως τὸ πᾶν μάθῃς.

Ἠλέκτρα

μὴ δῆτα πρὸς θεῶν τοῦτό μ᾽ ἐργάσῃ, ξένε.

Ὀρέστης

πείθου λέγοντι κοὐχ ἁμαρτήσει ποτέ.

Ἠλέκτρα

μή, πρὸς γενείου, μὴ 'ξέλῃ τὰ φίλτατα.

Ὀρέστης
οὔ φημ᾽ ἐάσειν.

Ἠλέκτρα
τάλαιν᾽ ἐγὼ σέθεν,
1210Ὀρέστα, τῆς σῆς εἰ στερήσομαι ταφῆς.

Ὀρέστης

εὔφημα φώνει: πρὸς δίκης γὰρ οὐ στένεις.

Ἠλέκτρα

πῶς τὸν θανόντ᾽ ἀδελφὸν οὐ δίκῃ στένω;

Ὀρέστης

οὔ σοι προσήκει τήνδε προσφωνεῖν φάτιν.

Ἠλέκτρα

οὕτως ἄτιμός εἰμι τοῦ τεθνηκότος;

Ὀρέστης

1215ἄτιμος οὐδενὸς σύ: τοῦτο δ᾽ οὐχὶ σόν.

Ἠλέκτρα

εἴπερ γ᾽ Ὀρέστου σῶμα βαστάζω τόδε;

Ὀρέστης

ἀλλ᾽ οὐκ Ὀρέστου, πλὴν λόγῳ γ᾽ ἠσκημένον.

Ἠλέκτρα

ποῦ δ᾽ ἔστ᾽ ἐκείνου τοῦ ταλαιπώρου τάφος;

Ὀρέστης

οὐκ ἔστι: τοῦ γὰρ ζῶντος οὐκ ἔστιν τάφος.

Ἠλέκτρα
πῶς εἶπας, παῖ;

Ὀρέστης
ψεῦδος οὐδὲν ὧν λέγω.

Ἠλέκτρα
ζῇ γὰρ ἁνήρ;

Ὀρέστης
εἴπερ ἔμψυχός γ᾽ ἐγώ.

Ἠλέκτρα
γὰρ σὺ κεῖνος;

Ὀρέστης
τήνδε προσβλέψασά μου
σφραγῖδα πατρὸς ἔκμαθ᾽ εἰ σαφῆ λέγω.

Ἠλέκτρα
φίλτατον φῶς.

Ὀρέστης
φίλτατον, συμμαρτυρῶ.

Ἠλέκτρα
φθέγμ᾽, ἀφίκου;

Ὀρέστης
μηκέτ᾽ ἄλλοθεν πύθῃ,

Ἠλέκτρα
ἔχω σε χερσίν;

Ὀρέστης
ὡς τὰ λοίπ᾽ ἔχοις ἀεί.

Ἠλέκτρα

φίλταται γυναῖκες, πολίτιδες,
ὁρᾶτ᾽ Ὀρέστην τόνδε, μηχαναῖσι μὲν
θανόντα, νῦν δὲ μηχαναῖς σεσωσμένον.

Χορός

1230ὁρῶμεν, παῖ, κἀπὶ συμφοραῖσί μοι
γεγηθὸς ἕρπει δάκρυον ὀμμάτων ἄπο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1894)
load focus English (Sir Richard Jebb, 1894)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 1341
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: