previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Οἰδίπους

950 φίλτατον γυναικὸς Ἰοκάστης κάρα,
τί μ᾽ ἐξεπέμψω δεῦρο τῶνδε δωμάτων;

Ἰοκάστη

ἄκουε τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύων
τὰ σέμν᾽ ἵν᾽ ἥκει τοῦ θεοῦ μαντεύματα.

Οἰδίπους

οὗτος δὲ τίς ποτ᾽ ἐστὶ καὶ τί μοι λέγει;

Ἰοκάστη

955ἐκ τῆς Κορίνθου, πατέρα τὸν σὸν ἀγγελῶν
ὡς οὐκέτ᾽ ὄντα Πόλυβον, ἀλλ᾽ ὀλωλότα.

Οἰδίπους

τί φῄς, ξέν᾽; αὐτός μοι σὺ σημάντωρ γενοῦ.

Ἄγγελος

εἰ τοῦτο πρῶτον δεῖ μ᾽ ἀπαγγεῖλαι σαφῶς,
εὖ ἴσθ᾽ ἐκεῖνον θανάσιμον βεβηκότα.

Οἰδίπους

960πότερα δόλοισιν νόσου ξυναλλαγῇ;

Ἄγγελος

σμικρὰ παλαιὰ σώματ᾽ εὐνάζει ῥοπή.

Οἰδίπους

νόσοις τλήμων, ὡς ἔοικεν, ἔφθιτο.

Ἄγγελος

καὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ.

Οἰδίπους

φεῦ φεῦ, τί δῆτ᾽ ἄν, γύναι, σκοποῖτό τι
965τὴν Πυθόμαντιν ἑστίαν τοὺς ἄνω
κλάζοντας ὄρνεις, ὧν ὑφηγητῶν ἐγὼ
κτενεῖν ἔμελλον πατέρα τὸν ἐμόν; δὲ θανὼν
κεύθει κάτω δὴ γῆς. ἐγὼ δ᾽ ὅδ᾽ ἐνθάδε
ἄψαυστος ἔγχους: εἴ τι μὴ τὠμῷ πόθῳ
970κατέφθιθ᾽: οὕτω δ᾽ ἂν θανὼν εἴη 'ξ ἐμοῦ.
τὰ δ᾽ οὖν παρόντα συλλαβὼν θεσπίσματα
κεῖται παρ᾽ Ἅιδῃ Πόλυβος ἄξι᾽ οὐδενός.

Ἰοκάστη

οὔκουν ἐγώ σοι ταῦτα προύλεγον πάλαι;

Οἰδίπους

ηὔδας: ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην.

Ἰοκάστη

975μὴ νῦν ἔτ᾽ αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς.

Οἰδίπους

καὶ πῶς τὸ μητρὸς οὐκ ὀκνεῖν λέχος με δεῖ;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Sir Richard Jebb, 1887)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Gonzalez Lodge, Commentary on Plato: Gorgias, 513c
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: